Funerary imprecation. Block of local stone, probably from the wall of a funerary building.
[ ]
Lydia — Rahmiye (betw. Thyateira and Hierokaisareia) — Rom. Imp. period — ArkDerg 9 (2007) 117-121
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
vv ἐκτὸς Μητροδώρο̣υ̣ [τοῦ Ἀ]σκ̣λ̣ηπιάδου τοῦ πεποιηκότος τὸ μνῆ- | |
μα ἀποθανόντος Ἀσκληπιάδου τοῦ υἱοῦ αὐτοῦ· τῶν δὲ λοιπῶν, ὃς ἂ̣[ν] τοῦτο | |
τὸ μνημεῖον ἢ τῶν προσκειμένων ἀμπέλων ΩΣΕ̣[․․․]Ν̣Ε̣Ι̣Σ ἐπὶ θεραπείᾳ τοῦ μνή- | |
ματος ἐκ τοῦ γεουχικοῦ καρποῦ τὸ ἀρκοῦν ἀφώρισται 〚— — — c.18 — — —〛 | |
5 | 〚[— — — — — c.26 — — — — —]Δ̣〛 δόλῳ τε π̣ονηρῷ ποιήσει τι ἀπαλλοτρι |
ώσεως χ̣άριν ἢ τῶν ἐν αὐτοῖς ἢ τῶν περὶ αὐτά, ἐπ’ ἀδικίᾳ κόψῃ, βαστάσῃ, κ̣α- | |
τεάξῃ, κολοβίσῃ, καθελκύσῃ, εἰκόνος τε ἢ σοροῦ θραύσῃ τι, ἐνπυρίσῃ, μολύνῃ, | |
ἀποτροπιάσηται, ἀπόρ[ου φαρ]μάκου τε ἕνεκεν ἢ καταδέσμου προσχώσῃ, {ε}- | |
〚ἴ̣ τ̣ε̣〛 προσχύῃ, νόσον τε ἢ π̣όνον ἀπολύσῃ, τῶν τε κε̣ιμένων ἄρῃ, μεταθῇ, ἐκκενώ- | |
10 | σῃ, ἔξω τινα βάλῃ, νεκρόν τε ἀλλ̣ότριον ἐπισενένκῃ, ἐκ̣τὸς εἰ μὴ τῇ τοῦ Μητροδώρου |
συνχωρήσι β̣άλῃ, ἑ̣τέρ[αν] αἰτίαν κ̣ακώσεως παράσχ̣ῃ̣ ε̣ἴ̣ τ̣ε̣ δι’ ἑ̣[τέ]ρου, γνώμην τε χαλε- | |
πὴν δώσει, σ̣υνιδήσας τε μήδ̣’ εἴπῃ ὡς ἔσεσθαι ἄ̣[δηλ]ον, π̣ρ̣ᾶ̣γμά τε παράσχῃ πο- | |
τέ τις περί τινος αὐτῶν τι, τ̣ο̣ύτῳ μήτε γῆ καρπὸν [ἐκφέ]ρ̣οι, μὴ θάλασσα πλωτή, | |
μὴ γάμος̣, μὴ τέκνων γένεσις ᾖ κα[ὶ μ]ηδὲ ἔσοι[το] μήτ̣ε̣ ὀ̣ν̣ή̣σ̣αιτο ἂν θῇ, μηδὲ ἐ- | |
15 | χ θεῶν ἢ δαιμόνων μηδὲ ἐξ ἀ̣ν̣θρ̣ώ̣π̣ων μηδὲ ἐκ τοῦ ἰδίου̣ σώματος ἔλεος μερι- |
σθῇ, μὴ ἔχοντι δὲ μηδεὶ̣ς̣ ἐπιδο[ίῃ, κακ]ῶ̣ς̣ τε πάσχοντι βοηθὸς μὴ εὑρεθῇ, ὁδοι̣- | |
〚— 2 —〛 ποροῦντί τε ὁδὸς ἀποκλεισθῇ, πραγματευομένῳ τε πραγματήα μὴ εὑρ̣ε̣- | |
θῇ, πυρός τε καὶ ὕδατος ἀποστερηθ̣ῇ̣, πᾶν τε τὸ ἐν ἀν̣θρ̣ώποις καλὸν ἀρθήτ[ω] | |
αὐτῷ, ἀποθανόντα τε γῆ μὴ δέξοιτο, ὤλη τε καὶ πανώλη μετὰ τοῦ ἰδίου γ[έ]- | |
20 | νους γένοιτο καὶ μήτε λίθος ἐπὶ λίθῳ ἀπολειφθῇ αὐτῷ, πᾶν δὲ αὐτοῦ γ[έ]- |
νος ὡς ἐκ προγόνων εἰς ἐκγόνους ἐκγό[ν]ω̣ν ἐξολεθρ̣ευθῇ ὑπό τε θεῶν vv | |
καὶ δαιμόνων, μαι̣ν̣όμε̣ν̣ος δὲ [κ]αὶ τὰς ἰδίας σάρκας ἔσθων ὃ ἂν ἁμάρτῃ | |
ἐξείποιτο καὶ εἴ̣ τι̣ κατάρας δίκαιον ἔστιν̣ [ὃ] οὐκ ἀναγέγραπται, καὶ vv? | |
τοῦτο αὐτῷ γένοι̣τ̣ο̣. vacat |