Funerary imprecation.  Block of local stone, probably from the wall of a funerary building.
[ ] Lydia — Rahmiye (betw. Thyateira and Hierokaisareia) — Rom. Imp. period — ArkDerg 9 (2007) 117-121
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
vv ἐκτὸς Μητροδώρο̣υ̣ [τοῦ Ἀ]σκ̣λ̣ηπιάδου τοῦ πεποιηκότος τὸ μνῆ-
μα ἀποθανόντος Ἀσκληπιάδου τοῦ υἱοῦ αὐτοῦ· τῶν δὲ λοιπῶν, ὃς ἂ̣[ν] τοῦτο
τὸ μνημεῖον ἢ τῶν προσκειμένων ἀμπέλων ΩΣΕ̣[․․․]Ν̣Ε̣Ι̣Σ ἐπὶ θεραπείᾳ τοῦ μνή-
ματος ἐκ τοῦ γεουχικοῦ καρποῦ τὸ ἀρκοῦν ἀφώρισται 〚— — — c.18 — — —〛
5 [— — — — — c.26 — — — — —]Δ̣〛 δόλῳ τε π̣ονηρῷ ποιήσει τι ἀπαλλοτρι
ώσεως χ̣άριν ἢ τῶν ἐν αὐτοῖς ἢ τῶν περὶ αὐτά, ἐπ᾿ ἀδικίᾳ κόψῃ, βαστάσῃ, κ̣α-
τεάξῃ, κολοβίσῃ, καθελκύσῃ, εἰκόνος τε ἢ σοροῦ θραύσῃ τι, ἐνπυρίσῃ, μολύνῃ,
ἀποτροπιάσηται, ἀπόρ[ου φαρ]μάκου τε ἕνεκεν ἢ καταδέσμου προσχώσῃ, {ε}-
〚ἴ̣ τ̣ε̣〛 προσχύῃ, νόσον τε ἢ π̣όνον ἀπολύσῃ, τῶν τε κε̣ιμένων ἄρῃ, μεταθῇ, ἐκκενώ-
10 σῃ, ἔξω τινα βάλῃ, νεκρόν τε ἀλλ̣ότριον ἐπισενένκῃ, ἐκ̣τὸς εἰ μὴ τῇ τοῦ Μητροδώρου
συνχωρήσι β̣άλῃ, ἑ̣τέρ[αν] αἰτίαν κ̣ακώσεως παράσχ̣ῃ̣ ε̣ἴ̣ τ̣ε̣ δι᾿ ἑ̣[τέ]ρου, γνώμην τε χαλε-
πὴν δώσει, σ̣υνιδήσας τε μήδ̣᾿ εἴπῃ ὡς ἔσεσθαι ἄ̣[δηλ]ον, π̣ρ̣ᾶ̣γμά τε παράσχῃ πο-
τέ τις περί τινος αὐτῶν τι, τ̣ο̣ύτῳ μήτε γῆ καρπὸν [ἐκφέ]ρ̣οι, μὴ θάλασσα πλωτή,
μὴ γάμος̣, μὴ τέκνων γένεσις ᾖ κα[ὶ μ]ηδὲ ἔσοι[το] μήτ̣ε̣ ὀ̣ν̣ή̣σ̣αιτο ἂν θῇ, μηδὲ ἐ-
15 χ θεῶν ἢ δαιμόνων μηδὲ ἐξ ἀ̣ν̣θρ̣ώ̣π̣ων μηδὲ ἐκ τοῦ ἰδίου̣ σώματος ἔλεος μερι-
σθῇ, μὴ ἔχοντι δὲ μηδεὶ̣ς̣ ἐπιδο[ίῃ, κακ]ῶ̣ς̣ τε πάσχοντι βοηθὸς μὴ εὑρεθῇ, ὁδοι̣-
〚— 2 —〛 ποροῦντί τε ὁδὸς ἀποκλεισθῇ, πραγματευομένῳ τε πραγματήα μὴ εὑρ̣ε̣-
θῇ, πυρός τε καὶ ὕδατος ἀποστερηθ̣ῇ̣, πᾶν τε τὸ ἐν ἀν̣θρ̣ώποις καλὸν ἀρθήτ[ω]
αὐτῷ, ἀποθανόντα τε γῆ μὴ δέξοιτο, ὤλη τε καὶ πανώλη μετὰ τοῦ ἰδίου γ[έ]-
20 νους γένοιτο καὶ μήτε λίθος ἐπὶ λίθῳ ἀπολειφθῇ αὐτῷ, πᾶν δὲ αὐτοῦ γ[έ]-
νος ὡς ἐκ προγόνων εἰς ἐκγόνους ἐκγό[ν]ω̣ν ἐξολεθρ̣ευθῇ ὑπό τε θεῶν vv
καὶ δαιμόνων, μαι̣ν̣όμε̣ν̣ος δὲ [κ]αὶ τὰς ἰδίας σάρκας ἔσθων ὃ ἂν ἁμάρτῃ
ἐξείποιτο καὶ εἴ̣ τι̣ κατάρας δίκαιον ἔστιν̣ [ὃ] οὐκ ἀναγέγραπται, καὶ vv?
τοῦτο αὐτῷ γένοι̣τ̣ο̣.  vacat
Search Help