Honorific decree for Kleandros.  Upper part of a marble pedimental stele; a wreath above the inscription.
[ ] Lydia — Maionia (Gökçeören-Menye) — 17/16 BC — P. Herrmann, H. Malay, New Documents (2007) 85, 58 — AnnÉp (2007) 1356 (ll. 1-8)
                          {²wreath}²
ἐπὶ ἀρχιερέως Θεᾶς Ῥώμης καὶ Αὐτο-
κράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστοῦ Εὐ-
κλήους τοῦ Αἰσχρίωνος Μάγνητος ἀπὸ Μαι-
άνδρου, στεφανηφόρου δὲ καὶ ἱερέως
5 τῆς Ῥώμης Μενεκράτους τοῦ Ἀπολλωνίου
Σαβηλου νεωτέρου, τοῦ δὲ Διὸς τοῦ Ὀλυμπί-
ου Φιλίνου τοῦ Μωγέτου, ἔτους ξθʹ, μηνὸς Λώ-
ου κ· vv ἔδοξεν τῇ βουλῇ καὶ τῶι δήμωι, γνώμη
στρατηγῶν καὶ γραμματέω<ς> τοῦ δήμου Θρασυ-
10 μάχου τοῦ Μητροδώρου· vv ἐπεὶ Κλέανδρος Μω-
γέτου, ἀνὴρ τετεληωμένος εἰς ἀρετήν, τὰ τῶν
προγόνων περὶ πᾶν ἀγαθὸν πρωτῆα μεγαλόφρο-
νι ψυχῇ νενίκηκεν, ὥστε πρὸς τὴν ἐκείνω<ν> ἀρε-
τὴν μηθενὸς ἀν〚θρώπου?〛 συνκριθησομένου
15 πρὸς τοῦτον ἀσύνκριτα φαίνεσθαι καὶ τὰ
ἐκεινοῖς πεπραγμένα· καθ’ ἡμέραν δὲ νει-
κῶν ἑαυτὸν τῆι περὶ τῆς πατρίδος σπου-
δῆι περισ<σ>εύειν ἀεὶ προθυμῖται τῶν εἰς τἀγαθὰ
δεόντων, ἰδιωτεύων μὲν φιλοτειμότερον ἄρ-
20 χοντος, ἄρχων δὲ σπουδαιότερον ἑαυτοῦ· v καὶ
προτίθεται μὲν ἀεὶ περὶ τῆς πατρίδος τὰ κράτι-
στα ὥστε ἂν μὴ δόξαι δύνασθαι τῶι πόνωι τὴν
πρόθεσιν· 〚Ε〛 v συνδιοικεῖται μέντοι γε τὰ προτ[ε]-
θέντα ὥστε πλῆον τῆς βουλήσεως αὐτοῦ τὸν πό-
25 νον πράσ<σ>ειν v τὰ δὲ λαμπρὰ τῶν εἰς τὸ κοινὸν ἔργω[ν]
ἕτεραι διαδέχονται πρὸς τὸ καθ’ ἕνα τῆς ψυχῆς ἀρε-
ταί· v πίστι τε γὰρ καὶ δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ
καὶ καταστολῇ πραΰτητος καὶ τὸ κεφάλαιον
οἷς ἂν ἡ φύσ<ις> φιλοτιμουμένη τεληώσῃ τινα πρὸ[ς]
30 τἀγαθὰ πᾶσιν ἤρτισται v ὥστε κἂν πλήονα το[ύ]-
των μαρτυρῶμεν αὐτῶι, πρὸς τὴν ὑπεροχὴν
τῶν ἔργων ἀκμὴν τοὺς λόγους ἐνλιπεῖν·
τὴν δὲ πρόσφατον καὶ διὰ χερὸς ἔτι χάριν
τῆς τε ἐν Ἀθήναις συνθυσίας καὶ τῆς [— —]
[— — — — — — — — — — — — — — —]
Search Help