Honorific decree for Kleandros. Upper part of a marble pedimental stele; a wreath above the inscription.
[ ]
Lydia — Maionia (Gökçeören-Menye) — 17/16 BC — P. Herrmann, H. Malay, New Documents (2007) 85, 58 — AnnÉp (2007) 1356 (ll. 1-8)
{²wreath}² | |
ἐπὶ ἀρχιερέως Θεᾶς Ῥώμης καὶ Αὐτο- | |
κράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστοῦ Εὐ- | |
κλήους τοῦ Αἰσχρίωνος Μάγνητος ἀπὸ Μαι- | |
άνδρου, στεφανηφόρου δὲ καὶ ἱερέως | |
5 | τῆς Ῥώμης Μενεκράτους τοῦ Ἀπολλωνίου |
Σαβηλου νεωτέρου, τοῦ δὲ Διὸς τοῦ Ὀλυμπί- | |
ου Φιλίνου τοῦ Μωγέτου, ἔτους ξθʹ, μηνὸς Λώ- | |
ου κ· vv ἔδοξεν τῇ βουλῇ καὶ τῶι δήμωι, γνώμη | |
στρατηγῶν καὶ γραμματέω<ς> τοῦ δήμου Θρασυ- | |
10 | μάχου τοῦ Μητροδώρου· vv ἐπεὶ Κλέανδρος Μω- |
γέτου, ἀνὴρ τετεληωμένος εἰς ἀρετήν, τὰ τῶν | |
προγόνων περὶ πᾶν ἀγαθὸν πρωτῆα μεγαλόφρο- | |
νι ψυχῇ νενίκηκεν, ὥστε πρὸς τὴν ἐκείνω<ν> ἀρε- | |
τὴν μηθενὸς ἀν〚θρώπου?〛 συνκριθησομένου | |
15 | πρὸς τοῦτον ἀσύνκριτα φαίνεσθαι καὶ τὰ |
ἐκεινοῖς πεπραγμένα· καθ’ ἡμέραν δὲ νει- | |
κῶν ἑαυτὸν τῆι περὶ τῆς πατρίδος σπου- | |
δῆι περισ<σ>εύειν ἀεὶ προθυμῖται τῶν εἰς τἀγαθὰ | |
δεόντων, ἰδιωτεύων μὲν φιλοτειμότερον ἄρ- | |
20 | χοντος, ἄρχων δὲ σπουδαιότερον ἑαυτοῦ· v καὶ |
προτίθεται μὲν ἀεὶ περὶ τῆς πατρίδος τὰ κράτι- | |
στα ὥστε ἂν μὴ δόξαι δύνασθαι τῶι πόνωι τὴν | |
πρόθεσιν· 〚Ε〛 v συνδιοικεῖται μέντοι γε τὰ προτ[ε]- | |
θέντα ὥστε πλῆον τῆς βουλήσεως αὐτοῦ τὸν πό- | |
25 | νον πράσ<σ>ειν v τὰ δὲ λαμπρὰ τῶν εἰς τὸ κοινὸν ἔργω[ν] |
ἕτεραι διαδέχονται πρὸς τὸ καθ’ ἕνα τῆς ψυχῆς ἀρε- | |
ταί· v πίστι τε γὰρ καὶ δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ | |
καὶ καταστολῇ πραΰτητος καὶ τὸ κεφάλαιον | |
οἷς ἂν ἡ φύσ<ις> φιλοτιμουμένη τεληώσῃ τινα πρὸ[ς] | |
30 | τἀγαθὰ πᾶσιν ἤρτισται v ὥστε κἂν πλήονα το[ύ]- |
των μαρτυρῶμεν αὐτῶι, πρὸς τὴν ὑπεροχὴν | |
τῶν ἔργων ἀκμὴν τοὺς λόγους ἐνλιπεῖν· | |
τὴν δὲ πρόσφατον καὶ διὰ χερὸς ἔτι χάριν | |
τῆς τε ἐν Ἀθήναις συνθυσίας καὶ τῆς [— —] | |
[— — — — — — — — — — — — — — —] |