Honorific decree for Kleandros. Upper part of a marble pedimental stele; a wreath above the inscription.
[ ]
Lydia — Maionia (Gökçeören-Menye) — 17/16 BC — P. Herrmann, H. Malay, New Documents (2007) 85, 58 — AnnÉp (2007) 1356 (ll. 1-8)
| {²wreath}² | |
| ἐπὶ ἀρχιερέως Θεᾶς Ῥώμης καὶ Αὐτο- | |
| κράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστοῦ Εὐ- | |
| κλήους τοῦ Αἰσχρίωνος Μάγνητος ἀπὸ Μαι- | |
| άνδρου, στεφανηφόρου δὲ καὶ ἱερέως | |
| 5 | τῆς Ῥώμης Μενεκράτους τοῦ Ἀπολλωνίου |
| Σαβηλου νεωτέρου, τοῦ δὲ Διὸς τοῦ Ὀλυμπί- | |
| ου Φιλίνου τοῦ Μωγέτου, ἔτους ξθʹ, μηνὸς Λώ- | |
| ου κ· vv ἔδοξεν τῇ βουλῇ καὶ τῶι δήμωι, γνώμη | |
| στρατηγῶν καὶ γραμματέω<ς> τοῦ δήμου Θρασυ- | |
| 10 | μάχου τοῦ Μητροδώρου· vv ἐπεὶ Κλέανδρος Μω- |
| γέτου, ἀνὴρ τετεληωμένος εἰς ἀρετήν, τὰ τῶν | |
| προγόνων περὶ πᾶν ἀγαθὸν πρωτῆα μεγαλόφρο- | |
| νι ψυχῇ νενίκηκεν, ὥστε πρὸς τὴν ἐκείνω<ν> ἀρε- | |
| τὴν μηθενὸς ἀν〚θρώπου?〛 συνκριθησομένου | |
| 15 | πρὸς τοῦτον ἀσύνκριτα φαίνεσθαι καὶ τὰ |
| ἐκεινοῖς πεπραγμένα· καθ’ ἡμέραν δὲ νει- | |
| κῶν ἑαυτὸν τῆι περὶ τῆς πατρίδος σπου- | |
| δῆι περισ<σ>εύειν ἀεὶ προθυμῖται τῶν εἰς τἀγαθὰ | |
| δεόντων, ἰδιωτεύων μὲν φιλοτειμότερον ἄρ- | |
| 20 | χοντος, ἄρχων δὲ σπουδαιότερον ἑαυτοῦ· v καὶ |
| προτίθεται μὲν ἀεὶ περὶ τῆς πατρίδος τὰ κράτι- | |
| στα ὥστε ἂν μὴ δόξαι δύνασθαι τῶι πόνωι τὴν | |
| πρόθεσιν· 〚Ε〛 v συνδιοικεῖται μέντοι γε τὰ προτ[ε]- | |
| θέντα ὥστε πλῆον τῆς βουλήσεως αὐτοῦ τὸν πό- | |
| 25 | νον πράσ<σ>ειν v τὰ δὲ λαμπρὰ τῶν εἰς τὸ κοινὸν ἔργω[ν] |
| ἕτεραι διαδέχονται πρὸς τὸ καθ’ ἕνα τῆς ψυχῆς ἀρε- | |
| ταί· v πίστι τε γὰρ καὶ δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ | |
| καὶ καταστολῇ πραΰτητος καὶ τὸ κεφάλαιον | |
| οἷς ἂν ἡ φύσ<ις> φιλοτιμουμένη τεληώσῃ τινα πρὸ[ς] | |
| 30 | τἀγαθὰ πᾶσιν ἤρτισται v ὥστε κἂν πλήονα το[ύ]- |
| των μαρτυρῶμεν αὐτῶι, πρὸς τὴν ὑπεροχὴν | |
| τῶν ἔργων ἀκμὴν τοὺς λόγους ἐνλιπεῖν· | |
| τὴν δὲ πρόσφατον καὶ διὰ χερὸς ἔτι χάριν | |
| τῆς τε ἐν Ἀθήναις συνθυσίας καὶ τῆς [— —] | |
| [— — — — — — — — — — — — — — —] |