Dedication to Zeus Tar(i)gyenos.  Lower part of a marble stele; a wreath above the inscription.
[ ] Lydia — Koloe (Kiraz) — Akpınar: Dibektaşı Mevkii — 259/260 AD — EA 40 (2007) 19, 4 — AnnÉp (2007) 1377
1 ἔτους τζʹ, μηνὸς Λώου̣·
Διὶ Ταργυηνῷ μεγάλῳ κὲ
ἐπηκόῳ̣· Ἡρῳδιανὴ Ἀπφί-
ου ἡ καὶ ᾿Ονησίμη, Ζευξί-
5 ου δὲ ἀνδρός, κατελού-
σετον καὶ ἐπέθυσεν εἰς
τὸ δωδεκάθην καὶ ἐποί-
ησε μίαν ἡμέραν Καισ-
άριον· ἠρτοδότησε καὶ
10 ἐξεστοδότησεν τὴν
κατοικίαν καὶ τοῖς περι-
πλήσι πᾶσι ποιήσασα τ-
ὴν δαπάνην ἐκ τῆς ἰδία-
ς προικός· ἐγένετον
15 νόμιμος ἱέρεια Ἥρας
καὶ Διὸς καὶ πάντων θ-
εῶν καὶ εἰς πάντες κατ-
ελούσετο καὶ ἐδαπάνησε·
          vacat
19 Σύνφορος καὶ Ἀπολλών-
20 ιο<ς> Ἀλγιζηνοὶ ἐποίησαν.
Search Help