Posthumous honorific decree of the association of Heroistai for the priestess Stratoneike.  Marble pedimental stele; a wreath above the inscription
[ ] Lydia — Koloe (Kiraz) — Çayağzı — 2nd c. BC — P. Herrmann, H. Malay, New Documents (2007) 123, 96 — Chiron 38 (2008) 195-204
1 ἔδοξεν τῶι κοινῶι τῶν συναγομένων ἡρωϊσ-
τῶν Ἁρπάλωι τε καὶ Ἀθηνοδώρωι καὶ
Μηνοδότηι καὶ Ζωστᾷ· ἐπεὶ προσήγγελ-
ται μετηλλαχέναι Στρατονίκην Ἀθη-
5 νοδώρου τὴν ἱέρειαν, μητέρα δὲ Ἁρπά-
λου καὶ Ἀθηνοδώρου γεγενημένην κα-
λὴν καὶ ἀγαθήν, πρός τε τὸ κοινεῖον
καὶ κατ’ ἰδίαν ἑκαστῶι προσενηνεγμένην
φιλανθρώπως διὰ τὴν τοῦ κοινείου σύνο-
10 δον, τόν τε τῆς ζωιῆς χρόνον ἀνεστραμ-
μένην ἐνδόξως, πειρωμένην ἀεί ποτε δια-
φυλάσσειν τήν τε εὐκοσμίαν καὶ φιλανθρω-
πίαν ἀξίως τῶν προγόνων, οὖσαν θεο-
σεβῆ {ι}, δίκαιον δέ ἐστιν καὶ καλῶς ἔχον γε-
15 γονυίας αὐτῆς ἀνεγκλήτου τιμηθῆναι αὐ-
τὴν ὑπὸ τῶν κοινεαστῶν, ὅπως ἄγηται
καὶ ταύτης ἡμέρα, ὅταν αἱ λοιπαὶ συντε-
λῶνται θυσίαι, καθάπερ καὶ τοῖς προγό-
νοις αὐτῆς· στεφανῶσαι δὲ αὐτὴν καὶ χρυ-
20 σῶι στεφάνωι ἀπὸ χρυσῶν δέκα· ἀναθεῖνα[ι]
δὲ καὶ εἰκόνα γραπτὴν ἐν τῶι ἡρώιωι· στῆσα[ι]
δὲ καὶ ἐγ λίθου λευκοῦ στήλην καὶ ἐνγράψ[αι]
τὸ ψήφισμα, ὅπως ὑπάρχηι αὐτῆι αἰώνιον ὑπ[ό]-
μνημα τῆς πρὸς πάντας φιλαγαθίας, ἀ-
25 ποστεῖλαι δὲ καὶ ἄνδρας, οἵτινες συμ-
μείξαντες Ἁρπάλωι καὶ Ἀθηνοδώρωι τάς
τε ἐψηφισμένας τιμὰς ἀποδώσουσιν καὶ
παρακαλέσουσιν αὐτοὺς μετρίως ἐνεγκεῖν
τὴν ἀποθέωσιν, γεγενημένης αὐτῆς φιλο-
30 τέκνου καὶ ἀμεμψιμοιρήτου παρὰ πᾶσιν ἀν-
θρώποις ἐν τῷ τῆς ζωιῆς χρόνωι.
Search Help
Contact Us