Posthumous honorific decree of the association of Heroistai for the priestess Stratoneike. Marble pedimental stele; a wreath above the inscription
[ ]
Lydia — Koloe (Kiraz) — Çayağzı — 2nd c. BC — P. Herrmann, H. Malay, New Documents (2007) 123, 96 — Chiron 38 (2008) 195-204
| 1 | ἔδοξεν τῶι κοινῶι τῶν συναγομένων ἡρωϊσ- |
| τῶν Ἁρπάλωι τε καὶ Ἀθηνοδώρωι καὶ | |
| Μηνοδότηι καὶ Ζωστᾷ· ἐπεὶ προσήγγελ- | |
| ται μετηλλαχέναι Στρατονίκην Ἀθη- | |
| 5 | νοδώρου τὴν ἱέρειαν, μητέρα δὲ Ἁρπά- |
| λου καὶ Ἀθηνοδώρου γεγενημένην κα- | |
| λὴν καὶ ἀγαθήν, πρός τε τὸ κοινεῖον | |
| καὶ κατ’ ἰδίαν ἑκαστῶι προσενηνεγμένην | |
| φιλανθρώπως διὰ τὴν τοῦ κοινείου σύνο- | |
| 10 | δον, τόν τε τῆς ζωιῆς χρόνον ἀνεστραμ- |
| μένην ἐνδόξως, πειρωμένην ἀεί ποτε δια- | |
| φυλάσσειν τήν τε εὐκοσμίαν καὶ φιλανθρω- | |
| πίαν ἀξίως τῶν προγόνων, οὖσαν θεο- | |
| σεβῆ {ι}, δίκαιον δέ ἐστιν καὶ καλῶς ἔχον γε- | |
| 15 | γονυίας αὐτῆς ἀνεγκλήτου τιμηθῆναι αὐ- |
| τὴν ὑπὸ τῶν κοινεαστῶν, ὅπως ἄγηται | |
| καὶ ταύτης ἡμέρα, ὅταν αἱ λοιπαὶ συντε- | |
| λῶνται θυσίαι, καθάπερ καὶ τοῖς προγό- | |
| νοις αὐτῆς· στεφανῶσαι δὲ αὐτὴν καὶ χρυ- | |
| 20 | σῶι στεφάνωι ἀπὸ χρυσῶν δέκα· ἀναθεῖνα[ι] |
| δὲ καὶ εἰκόνα γραπτὴν ἐν τῶι ἡρώιωι· στῆσα[ι] | |
| δὲ καὶ ἐγ λίθου λευκοῦ στήλην καὶ ἐνγράψ[αι] | |
| τὸ ψήφισμα, ὅπως ὑπάρχηι αὐτῆι αἰώνιον ὑπ[ό]- | |
| μνημα τῆς πρὸς πάντας φιλαγαθίας, ἀ- | |
| 25 | ποστεῖλαι δὲ καὶ ἄνδρας, οἵτινες συμ- |
| μείξαντες Ἁρπάλωι καὶ Ἀθηνοδώρωι τάς | |
| τε ἐψηφισμένας τιμὰς ἀποδώσουσιν καὶ | |
| παρακαλέσουσιν αὐτοὺς μετρίως ἐνεγκεῖν | |
| τὴν ἀποθέωσιν, γεγενημένης αὐτῆς φιλο- | |
| 30 | τέκνου καὶ ἀμεμψιμοιρήτου παρὰ πᾶσιν ἀν- |
| θρώποις ἐν τῷ τῆς ζωιῆς χρόνωι. |