Confession to Men Motylleites. Lower part of a large marble stele.
[ ]
Lydia — Kollyda (İncesu-Gölde) — 197/198 AD — P. Herrmann, H. Malay, New Documents (2007) 110, 84 — EBGR 2007 (2010) 300, 66 (cf.)
1 | Μηνὸς Μοτυλλείτου ἱορτῆς {²⁶ἑορτῆς}²⁶ γε- |
νομένης, ἐρχομένου αὐτοῦ ἀπὸ | |
τῆς ἱορτῆς, συνῆλθεν ὄχλος ἐπὶ τ- | |
ὴν βασιλικὴν ἔχοντες ξίφη καὶ ξύλα | |
5 | καὶ λίθους, συντρίψαντες τοὺς ἱερο- |
δούλους καὶ τὰ ἀφυδρίσματα τῶν θεῶν, | |
καὶ μηδενὶ χρῶμα τηρηθῆναι μήτε τῦ[ς] | |
θεοῖς μήτε τοῖς ἱεροδούλοις· εὑρε- | |
θεὶς δὲ Ὀνίσμος Λάθυρος ἐν αὐτοῖς | |
10 | καὶ μὴ δυνηθεὶς τὴν μάχην ἀνακρ- |
οῦσαι διαγενομένων ἐτῶν εʹ <ἐ>κολάσ- | |
θη ἰς τὸν ὦμον καὶ δυσαπιστῶν τῷ θε- | |
ῷ καὶ ὑπὸ μηδενὸς δυνάμενος θαρα- | |
πευθῆναι ἐ<θ>αραπεύθην ὑπὸ τοῦ θεοῦ· | |
15 | δευτέρᾳ οὖν κολάσει ἐδράχθην κατὰ |
τῶν ἁπαλῶν ἐπὶ ἡμέρας ∙ τρεῖς ∙ | |
καὶ ὥρας ∙ τρεῖς ∙· σωθεὶς οὖν ὑπὸ τοῦ θεοῦ | |
κατὰ τὸ ἐμὸν μέρος εὐλογῶν ἀνέθηκα· | |
ἔτους ∙σ∙π∙βʹ∙, μη(νὸς) Δαισίου ∙κʹ∙. |