Confession to Men Motylleites.  Lower part of a large marble stele.
[ ] Lydia — Kollyda (İncesu-Gölde) — 197/198 AD — P. Herrmann, H. Malay, New Documents (2007) 110, 84 — EBGR 2007 (2010) 300, 66 (cf.)
1 Μηνὸς Μοτυλλείτου ἱορτῆς {²⁶ἑορτῆς}²⁶ γε-
νομένης, ἐρχομένου αὐτοῦ ἀπὸ
τῆς ἱορτῆς, συνῆλθεν ὄχλος ἐπὶ τ-
ὴν βασιλικὴν ἔχοντες ξίφη καὶ ξύλα
5 καὶ λίθους, συντρίψαντες τοὺς ἱερο-
δούλους καὶ τὰ ἀφυδρίσματα τῶν θεῶν,
καὶ μηδενὶ χρῶμα τηρηθῆναι μήτε τῦ[ς]
θεοῖς μήτε τοῖς ἱεροδούλοις· εὑρε-
θεὶς δὲ Ὀνίσμος Λάθυρος ἐν αὐτοῖς
10 καὶ μὴ δυνηθεὶς τὴν μάχην ἀνακρ-
οῦσαι διαγενομένων ἐτῶν εʹ <ἐ>κολάσ-
θη ἰς τὸν ὦμον καὶ δυσαπιστῶν τῷ θε-
ῷ καὶ ὑπὸ μηδενὸς δυνάμενος θαρα-
πευθῆναι ἐ<θ>αραπεύθην ὑπὸ τοῦ θεοῦ·
15 δευτέρᾳ οὖν κολάσει ἐδράχθην κατὰ
τῶν ἁπαλῶν ἐπὶ ἡμέρας ∙ τρεῖς ∙
καὶ ὥρας ∙ τρεῖς ∙· σωθεὶς οὖν ὑπὸ τοῦ θεοῦ
κατὰ τὸ ἐμὸν μέρος εὐλογῶν ἀνέθηκα·
ἔτους ∙σ∙π∙βʹ∙, μη(νὸς) Δαισίου ∙κʹ∙.
Search Help