Confession inscription.  Marble stele with flat-topped pediment; inscription below a recessed field containing a representation of a human leg.
[ ] Lydia — Köleköy (Tarsi?) — 154/155 AD — P. Herrmann, H. Malay, New Documents (2007) 93, 66
1 ἐπεὶ ὗς ἀπόλετο {²⁶ἀπώλετο}²⁶ Ἀπολλωνίου
ἔτει ∙ σζι, ∙ περὶ τούτου σκῆπτρον ἐ-
φέστη Ἀπόλλωνος Ταρσίου· καὶ μη-
δενὸς ὡμολογήσαντος παρ’ αὐτό,
5 ἐξ ὑστέρου εὑρεθεὶς παρὰ Ἀλεξάν-
δρῳ Τασιλα· πείσαντος τοῦ ἱερέως
προσλαβέσθαι τὸν ὗν τὸν Ἀπολλώ-
νιν, ἐπιγνοὺς ὅτι ἐντὸς τῆς προθεσ-
μίας τῶν ἡμερῶν, ὧν ὑπεξειρημέ-
10 νων ἦσαν, ὑπερχρόνον ἦν, ἀπελάσαν-
τος τὸν ὗν ὁ θεὸς ἐπεζήτησε στηλ-
λογραφῆσαι τὰς δυνάμεις τοῦ θεοῦ
Τατίαν γυναῖκα τοῦ Ἀπολλωνίου·
ἔτους ∙ σλθ.
Search Help
Contact Us