Two documents from the Attalid chancellery.  Lower part of a large marble stele, inscribed on both sides.
[ ] Lydia — Daldis (Nardi Kalesi) — Taşkuyucak — 165/164 BC — P. Herrmann, H. Malay, New Documents (2007) 49, 32 — SEG 59.1376 (cf.)
face A.1 [— — c.15 — —]ΤΙ[— — c.10 — —]ιδείξεις ἐν [τῶι πο]-
λέμωι Κουρνουβευδος· τ̣ο̣ὺ̣ς δ’ ἐ̣ν τούτωι τῶι τό-
πωι κατοικοῦντας Μυσοὺς [— 6-7 —]Ν εἰς Καστωλ-
λὸμ μετάγειν, ἐπεὶ καὶ χ̣ώ̣[ρα? παν]τ̣ελῶς [ὑ]πάρχει
5 ἐκεῖ περισσή· ἐντυχόντων δὲ̣ [— 8-10 —] τοῦ Ἀπ[ολ]-
λωνίου Χάρακος καὶ ΦΑΝ[— c.12 —] δ[ὲ][πὶ?] τῆς χ̣[ώ]-
ρας εὐχαριστεῖν ΕΝ̣ΕΔ[— c.10 —] ἐν τῶι Κ[ουρ]-
νουβευδει Μυσοὶ ΚΑΤ̣[— c.9 —] κ̣α̣ὶ̣ γεγόνασιν α̣[ὐ]-
τοῖς συνήθεις βούλε̣σ̣θ̣[αι? — c.10 —]ΑΙ ὅ̣πως Ν[․․]
10 δι’ ἑαυτοὺς δοκῶσ̣ι̣ν̣, ἐ̣γ̣ὼ̣ καὶ? [— — — — —]Ν ἀπ̣[ο]-
δεξάμενος τὴν εὐγνωμο̣σύ[νην καὶ] με[τρι]ό̣τ[η]τα α[ὐ]-
τῶν, τοῦτο μὲν συνεχώρησα̣ Ο̣[․․․․]ΟΥΣΑΝ, Λυκίνωι δ̣[ὲ]
τῶι γεωδότηι συνετάξαμεν [— c.6 —]ειν ὅ̣θ̣εν δ[υ]-
ναίμεθα χώραμ προσορίσαι αὐτοῖς· ἐπεὶ δὲ κατεφθ[ι]-
15 μένοι πέρυσι ὑπὸ τῶμ πολεμίωμ πολλῆς προμη[θεί]-
AS A)/CIOI EI)SI/N, SUGXWRW= P?R?O\S OI(=S E)PEXWRH/SA-
μεμ πένθ’ ἔτεσιν ἀτελείαν αὐτοῖς καὶ ἄλλων
πέντε, καθὰ καὶ τοῖς ἐγ Καδόοις Μυσοῖς συν[ε]-
χωρήσαμεγ, καὶ ἀπὸ τριῶν τὴγ καταγραφὴν γ̣[ί]-
20 νεσθαι· ὅταγ γὰρ ἀναγκαιοτέρα χρεία γίνητα[ι],
αὐτοὶ διὰ τὴμ προθυμίαγ καὶ εὔνοιαν οἷδ’ ὅτι δ̣ώ̣σ[ου]-
σιν πλείονας σ<τ>ρατιώτας· καὶ τῆς ἐφ’ ἔτους δεκ̣[α]-
τείας παρεθήτωσαμ πάντες, ὁμοίως δὲ καὶ
οἷς τὰ εἴσφορα ἐπιγέγραπται· ἐπεὶ περὶ τὴν τοῦ χωρί-
25 ου οἰκοδομίαγ γίνονται, καὶ ἡμεῖς λατύπου[ς]
ὡμολογήκαμεν αὐτοῖς χορηγήσειν· vac. Γ vac.
isolated letters.1 Μ, Β
face B.1 [— — — —]Ρ̣Ε[— — — — — το]ύτων δὲ τῶν ΑΝ̣[— — — — — —]
[․]δ̣ρ̣ι̣α̣ι̣ ἐπιγέγραπ[ται — 2-3 — ὑ]πάρχειν τὰ φιλάνθρωπ[α — 7-8 —]
ΝΑΣ τῶν συναναφερομένων <λι>ποστρατῆσαι ἐν τῶι βʹ καὶ λʹ ἔτει περι-
ελεῖν· ὑπάρχειν δὲ ταὐτὰ τοῖς ἄλλοις· τὴν ἀσυλίαν τοῦ Διὸς τοῦ
5 Στρατίου ὑπάρχειν, ἀντὶ τῶν προσυνκεχωρημένων σταδίων
ἑπτὰ ἔσται ἐπὶ στάδια δέκα· καὶ ἵνα Βάκχιος ὁ ἱερεὺς π̣οῆι στέφα-
νον χρυσοῦν· τὰ ἀναφερόμενα ὀφειλήματα τὰ ἐν ἡμῖν ἀργυρικὰ ἢ σι-
τικὰ ἕως τοῦ τρίτου ἔτους ἀπολῦσαι, εἰ μή τινες πράξαντές
τινα αὐτοὶ κατεισχήκασι· περὶ τῶν ἐνπεπυρισμένων καὶ κα-
10 θ̣ειλ̣κυσμένων οἰκιῶν ἐν τῶι προαστίωι προνοηθῆναι, ἵν’, ἐπεὶ̣
δημόται ἐσμέν, μεταδοθῇ τι εἰς τὴν κατασκευὴν αὐτῶν· Σι-
βλόην κώμην τὴν πρότερον οὖσαν ἡμετέραν, περὶ ἧς γέγρα-
πται, ἵνα διορθωσαμένων ἡμῶν τὴν τιμὴν Μελεάγρωι τῶι
ἠγορακότι αὐτὴν δραχμῶν vv ΥΜΗ — Ϲ v ἀποδοθῇ, κομί-
15 σασθαι νῦν ἄνευ τιμῆς, ὅπως ὑπάρχωσιν αἱ ἐξ αὐτῆς
πρόσοδοι εἴς τε τὰς τοῦ Διὸς τοῦ Στρατίου καὶ τὰς ὑπὲρ ὑ-
μῶν συντελουμένας θυσίας καὶ διαμένῃ ἡμῖν ἱερὰ καὶ ἀτελής·
τὸ δὲ ἀργύριον δοθῆναι ὑπὲρ αὐτῆς ἐκ τοῦ βασιλικοῦ τῶι Μελεά-
γρωι· εἰς τὰ ἐλλείποντα τοῖς κλήροις καὶ προσδόμασιν δο-
20 θῆναι κώμας· ἐπ<ε>ὶ αἱ πρότερον ἀφαιρεθεῖσαι ἡμῶν οὐκ ἀ-
ποκατεστάθησαν ὃν τρόπον συνεκεχωρήκεις παραδεῖ-
ξαι Θιλευδον καὶ Πλαζειρα κατοικίας κυνηγῶν· τοὺς δ’ ἐν
τούτοις μετάγειν εἰς ἃς ἂν κρίνῃ κατοικίας Λυκῖνος ὁ γεωδό-
της, συντετάχαμεν γὰρ τούτωι ἐπιβλέψαντι παραδεῖξαι.
below.1                〚[α]ὐτὸς̣ ἔ̣κ̣οψα Ἱέρ̣ων〛 (?)
Search Help
Contact Us