1 | [ἐπ’ Ἀριστωνύμ]ου ἄρχοντος [μη]νὸς Ἀνθεστηριῶν̣[ος]· |
[Κεφ]αλίων Ἡρακλεώτης εἶπεν· ἐπειδὴ Σ- | |
[ωτ]ήριχος Τροζήνιος ἔν τε τῶι ἔμπροσ- | |
[θε]ν χρόνωι διατελεῖ φιλοτιμούμενο- | |
5 | [ς π]ρὸς τοὺς θιασώτας καὶ αἱρεθεὶς ὑπ- |
[ὸ τ]ῶν θιασωτῶν ἐπὶ Νικίου ἄρχοντος κ- | |
[αλ]ῶς καὶ φ̣ιλοτίμως ὑπὲρ τοῦ οἴκου ἐπ- | |
[ιμ]εμέληται τῆς οἰκοδομίας· v ἀγαθεῖ | |
[τ]ύχει δεδόχθαι τοῖς θιασώταις, ἐπαι- | |
10 | [ν]έσαι Σωτήριχον Τροζήνιον εὐνοίας |
[ἕ]νεκα καὶ φιλοτιμίας τῆς εἰς τοὺς θι- | |
[α]σώτας καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ | |
[σ]τεφάνωι, καὶ τὸν ἱερέα τὸν ἀεὶ λαχόν- | |
[τ]α καὶ ὄντα ὅταν θύσωσιν οἱ θιασῶτα[ι] | |
15 | [κ]αὶ σπονδὰς ποιήσωνται, στεφανούτω |
ὁ ἱερεὺς Σωτήριχον θαλλοῦ στεφάνωι | |
καὶ ἀνειπάτω φιλοτιμίας ἕνεκα τῆς ε- | |
[ἰ]ς τοὺς θιασώτας, ὅπως ἂν φανερὸν εἶ π- | |
ᾶσι τοῖς θιασώταις τοῖς βουλομένοι- | |
20 | ς φιλοτιμεῖσθαι εἰς τὸ κοινὸν τῶν θι- |
ασω〚ν〛τῶν {²⁶θιασωτῶν}²⁶· v ἐὰν δὲ ὁ ἱερεὺς μὴ στεφανώσ- | |
ει ἢ μὴ ἀνείπει καθάπερ γέγραπται, ἀπ- | |
οτινέτω 𐅄̣ δραχμὰς παραχρῆμα ἱερὰς τ- | |
[ε]ῖ Μητρὶ τῶν θεῶν, ἡ δ’ εἴσπραξις ἔστω τ- | |
25 | [ο]ῖς θιασώταις καθάπερ καὶ τἄλλα ὀφε- |
ιλήματα. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ- | |
α εἰς στήλην. vacat | |
[Λ]εύκων εἶπεν· ἐπειδὴ Κεφ̣αλίων Ἡρακλ- | |
εώτης ἱερεὺς λαχὼν ἐπὶ Νικίου ἄρχον- | |
30 | τος μηνὸς Βοηδρομιῶνος καλῶς καὶ φι- |
λοτίμως ἐπιμεμέληται τοῦ τε ἱεροῦ τῆς | |
Μητρὸς τῶν θεῶν [κ]αὶ τῶν θιασωτῶν, ἀγ- | |
αθεῖ τύχει δεδόχθαι τοῖς θιασώται[ς], | |
ἐπαινέσαι Κεφαλίωνα καὶ στ[εφανῶσαι α]- | |
35 | ὐτὸν θαλλοῦ στεφ[άνωι — — — — — — — —] |
․․6․․․Ι̣Ο̣ — — — — — — — — — — — — — — |
IG II²
1273