Epitaph of Straton and his family, with a funerary fine.  Marble block.
[ ] Lydia, N.W.? — Prov. unkn. [Manisa, priv. coll.] — 214/215 AD? — EA 39 (2006) 54, 14
1 vac. ἔτους ∙σϟ∙ ἐνάτου, μη(νὸς) Πανήμου ∙ι∙·
   Αἴλ(ιος) ∙ Στράτων κατεσκεύασα τὸ κοιμη-
  τήριον ἐμαυτῷ τε καὶ τῇ γυναικί μου
Αὐρηλίᾳ Εὐσεβείῃ vac. καὶ τοῖς ἐξ ἡ-
5   μῶν τέκνοις  vac.  καὶ Αὐρ(ηλίῳ) Ἐλπιδη-
 φόρῳ Τροφίμου τῷ καὶ Στράτωνι καὶ τῇ
γυναικὶ αὐτοῦ Αὐρ(ηλίᾳ) Γλυκωνίδι καὶ τοῖς
τέκνοις αὐτῶν· ἐξωτικὸν δὲ μὴ ἐξὸν
εἶναι τεθῆναι· εἰ δέ τις τολμήσει,
10            θήσει ἰς τὸ ταμεῖον ∙ 𐆖 ∙͵β∙φʹ∙.
Search Help
Contact Us