Dedication of a eulogy to Men Artemidorou in Axiotta.  Marble stele with flat pediment; remnants of a crescent in high relief above the inscription.
[ ] Lydia — Mağazadamları (north of Ayazviran) — 57/58 AD — EA 36 (2003) 13-18
1 Μεγάλη Μήτηρ Μηνὸς Ἀξιοττη-
νοῦ· Μηνὶ Οὐρανίῳ, Μηνὶ Ἀρτεμι-
δώρου Ἀξιοττα κατέχοντι Γλύ-
κων Ἀπολλωνίου καὶ Μύρτιον Γλύ-
5 κωνος εὐλογίαν περὶ τῆς ἑαυτῶν̣
σωτηρίας καὶ τῶν ἰδίων τέκνων·
σὺ γάρ με, κύριε, αἰχμαλωτιζόμε-
νον ἠλέησες· μέγα σοι τὸ ὅσιον,
μέγα σοι τὸ δίκαιον, μεγάλη νείκη,
10 μεγάλαι σαὶ νεμέσεις, μέγα σοι
τὸ δωδεκάθεον τὸ παρὰ σοὶ κα-
τεκτισμένον· ἠχμαλωτίσθην
ὑπὸ ἀδελφοῦ τέκνου τοῦ Δημαι̣-
νέτου, ὅτι τὰ ἐμὰ προέλειψα καὶ
15 σοι βοίθεαν ἔδωκα ὡς τέκνῳ·
σὺ δὲ ἐξέκλεισές με καὶ ᾐχμα-
λώτισάς με οὐχ ὡς πάτρως, ἀλλὰ
ὡς κακοῦργον· μέγας οὖν ἐστι
Μεὶς Ἀξιοττα κατέχων· τὸ εἱκα-
20 νόν μοι ἐποίησας· εὐλογῶ ὑμεῖν·
ἔτους ρμβ, μη(νὸς) Πανήμου      β·
Search Help
Contact Us