Dedication of a eulogy to Men Artemidorou in Axiotta. Marble stele with flat pediment; remnants of a crescent in high relief above the inscription.
[ ]
Lydia — Mağazadamları (north of Ayazviran) — 57/58 AD — EA 36 (2003) 13-18
1 | Μεγάλη Μήτηρ Μηνὸς Ἀξιοττη- |
νοῦ· Μηνὶ Οὐρανίῳ, Μηνὶ Ἀρτεμι- | |
δώρου Ἀξιοττα κατέχοντι Γλύ- | |
κων Ἀπολλωνίου καὶ Μύρτιον Γλύ- | |
5 | κωνος εὐλογίαν περὶ τῆς ἑαυτῶν̣ |
σωτηρίας καὶ τῶν ἰδίων τέκνων· | |
σὺ γάρ με, κύριε, αἰχμαλωτιζόμε- | |
νον ἠλέησες· μέγα σοι τὸ ὅσιον, | |
μέγα σοι τὸ δίκαιον, μεγάλη νείκη, | |
10 | μεγάλαι σαὶ νεμέσεις, μέγα σοι |
τὸ δωδεκάθεον τὸ παρὰ σοὶ κα- | |
τεκτισμένον· ἠχμαλωτίσθην | |
ὑπὸ ἀδελφοῦ τέκνου τοῦ Δημαι̣- | |
νέτου, ὅτι τὰ ἐμὰ προέλειψα καὶ | |
15 | σοι βοίθεαν ἔδωκα ὡς τέκνῳ· |
σὺ δὲ ἐξέκλεισές με καὶ ᾐχμα- | |
λώτισάς με οὐχ ὡς πάτρως, ἀλλὰ | |
ὡς κακοῦργον· μέγας οὖν ἐστι | |
Μεὶς Ἀξιοττα κατέχων· τὸ εἱκα- | |
20 | νόν μοι ἐποίησας· εὐλογῶ ὑμεῖν· |
ἔτους ρμβ, μη(νὸς) Πανήμου β· |