Contract with the association of builders. Block of bluish marble (statue base), inscribed twice.
[ ]
Lydia — Sardis (Sart) — 459 AD — Sardis 7,1 18 — AntTard 8 (2000) 181-208 (M. Di Branco)
See also:
1 | [ἐξο]μοσία τ[ῶν] οἰκοδόμων κανο[νισθεῖσα ὑπὸ τοῦ ἐκδ(ίκου)] τῆ[ς] |
λαμ(προτάτης) Σαρδ(ιανῶν) μητροπόλεως· | |
ὑπατίας Φλ(αβίου) Πατρικίου τοῦ λαμ(προτάτου) καὶ τοῦ δηλοθη- | |
σομένου, πρὸ πέντε Καλανδῶν Μαΐων ἐν τῇ λαμπ(ροτάτῃ) | |
5 | καὶ δὶς νεοκόρων Σαρδ(ιανῶν) μητροπ(όλει) ἰνδ(ικτιῶνος) ιβʹ εὐτυχεστά- |
της καὶ μηνὸς Δεσίου τετάρτῃ, ὁμολογοῦμεν | |
Λ(ουκίῳ) Αὐριλιανῷ τῷ θαυμασιωτάτῳ καὶ καθοσιωμ(ένῳ) | |
μαγιστριανῷ καὶ ἐκδ(ίκῳ) τῆς αὐτῆς περιφανοῦς | |
μητροπ(όλεως) τὰ ὑποτεταγμένα· κατηγορίας διαφόρους | |
10 | δεξαμένη ἡ σὴ θαυμασιότης κατὰ διαφόρων τινῶν |
[τὴ]ν ἡμετέρ[α]ν μετιόντων τέχνην ὡς ἐνχειριζο- | |
[μέ]νων ἔργα οἰκοδομικὰ καὶ ἀτελῆ ταῦτα καταλιμπα- | |
[νόντ]ων καὶ ἐμποδιζόντων τοῖς ἐργοδότες, ἀναστῖλε | |
[τὴν τοι]αύτην κατὰ τῶν ἐργοδοτῶν γιγνομένην | |
15 | [ἀδικίαν] περὶ πολλοῦ π[οι]ουμένη {ν} ἐπεζήτησεν |
[πρὸς ἡμ]ᾶς τὴ[ν] ὁμολογίαν τε καὶ ἐξομοσίαν | |
[τὴν ἑξ]ῆς· ὁ[μ]ολογοῦ[μεν] καὶ ἐξομ[ν]ύμεθα τὴν | |
[ἁγίαν καὶ ζω]οπ[ο]ιὸν Τ[ριάδα] καὶ τὴν σωτηρίαν καὶ | |
[νίκην τοῦ δεσπό]του τ[ῆς οἰκου]μένης Φλ(αβίου) Λέοντος | |
20 | [τοῦ αἰωνίου Αὐγού]στου Αὐτοκράτορος πάντα τὰ ἔρ- |
[γα ἃ ἡμῖν παραγίγ]νετ[αι] παρὰ οἱουδήποτε τῶν | |
[ἐργοδοτῶν ἀναπλη]ρο[ῦ]ν, ἑτοίμου ὄντος τοῦ ἐργοδότου | |
[ἡμῖν διδόναι τ]οὺ[ς] ἀρέσαντας μισθούς· εἰ δὲ οἱα- | |
[δήποτε κώλυσις] πα[ρα]γένητε τ[ῷ] ἐργολαβήσαντι | |
25 | [ἔργα οἰκοδομικά, ε]ἴτ[ε] ἰδιωτεικ[ὰ] εἴτε δημοσία, |
[οὐ κωλύσομεν ὑπεισιέν]αι ἕτερον τεχνίτην τὸ | |
[ἀρχθὲν ἔργον παντελ]ῶς ἀναπληροῦν, δηλονότι | |
[τῶν ἀρεσάντων μισθῶν] πληρουμέν[ων] ἤτοι τοῦ ἐναρξα- | |
[μένου τεχν]ίτου ἤ[τ]οι τοῦ ἀντ’ αὐτοῦ ὑπεισιόντος, | |
30 | [μηδὲ ἐπισχούσης τὸ ἔ]ργον μηδεμίας ἡμῶν προφάσεως· |
[εἰ δὲ ὁ ἐργολαβήσας] ἅπαξ οἱῳδήποτε τρόπῳ τὸν ἐρ[γο]- | |
[δότην κωλύῃ, καταλιπ]ομένου, καθὼς ἔφημ[εν, τοῦ] ἔργου ἢ | |
[ὑπὸ τοῦ τὸν ἔργον ἐ]ξ ἀρχῆς δεξαμένου εἴτ[ε τοῦ ὑπὲ]ρ οἱου- | |
[δήποτε τεχν]ίτου ὑπεισιόντος, το[ι]αύτ[ης κωλύσεως] | |
35 | [διδόνε αὐτοὺ]ς μισθοὺς κατὰ τὸ γενόμενο[ν μετα]ξὺ |
[αὐτοῦ τε τοῦ] ἐργοδότου καὶ αὐτοῦ τοῦ τεχνίτου σύμφω- | |
[νον· τοῦ δὲ ἐργο]δότου ἀνεξικακοῦντος, ε[ἴ] π[οτ’] ἐ[φ’ ἑ]πτὰ ἡμέραι[ς] | |
[κωλύθῃ τοῦ ἔρ]γου, τῷ τεχνίτῃ {ν} τῷ ἐργολαβήσαντει τὸ | |
[ἔργον ὑπῖναι· εἰ] δὲ συμβῇ καὶ ἀρρωστία περιπεσ[ῖ]ν τὸν τε- | |
40 | [χνίτην], εἴκ[οσι] ἡμέρας περιμένιν τὸν ἐργοδότ[ην], με[τ]ὰ δὲ |
[τὴν ἀν]εξ[ικ]ακίαν τῶν εἴκοσι ἡμερῶν, εἰ μὲν ὑ[γι]άνῃ | |
[ἀμελῇ δὲ] το[ῦ] ἐργάζεσθαι ἐπὶ τὸ τ[η]ν[ι]καῦτα, ὑπεισιένα[ι] ἕτερον | |
[ὡς τοῦ παραιτησ]αμένου ποιού[μεθα] τὸν λόγον· καὶ πα[ραι]τουμένου | |
[τοῦ ἐργολαβήσαντος, εἰ μ]ηδὲν κατὰ τὰ προγεγραμμένα εὑρεθίη | |
45 | [μήτε πράττων μήτε ἐργαζ]όμενός τις ἐξ ἡμῶν, συν[τ]ιθέμεθα |
[κα]ὶ ὁμολογοῦ[μεν ἐκτί]σιν λόγῳ προστίμου εἰς ἔργα τῆς πόλεως· | |
[καὶ τὸν ἔκδ(ικον)], παρ’ αὐ[τοῦ] πραξόμενον χρυσᾶ νομίσματα ὀκτώ, | |
[τῷ ἐνόχῳ ἐγκαλέσι]ν τῷ τῆς [ἀδ]ικίας ἐγκλήματι κατὰ τὰς | |
[θείας διατά]ξεις οὐδὲν ἧττον καὶ μετὰ τὴν τοῦ προστίμου | |
50 | [πράξιν, βεβαί]ας καὶ ἀρραγοῦς καὶ ἀσαλεύτου μενού- |
[σης τῆς παρούσης ὁ]μολογίας εἰς τὸ διηνεκές, καὶ ἀναπο- | |
[τρέπτως τελουμένης] πάντοθεν ἀκόλουθον πᾶσιν τοῖς προ- | |
[διορισθεῖσιν] καὶ ὁμολογηθεῖσιν παρ’ [ἡ]μῶν· καὶ ὑπεθέμεθα | |
[εἰς τὴν ἔκτισι]ν τοῦ π[ρ]οστίμο[υ], ἐνεχύρου λόγῳ τῷ γενικῷ | |
55 | [καὶ ἰδικῷ], πάντα [ἡμῶ]ν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα |
[ἐν] πα[ντὶ εἴδει] καὶ [γέ]νι· καὶ πρὸς τὰ προγεγραμμένα | |
πάντα ἐπερωτηθέντες παρὰ τῆς σῆς θαυμασιότητος ὁμ- | |
[ολ]ο[γ]ήσαμε[ν τῇδε τῇ] ὁμολογίᾳ καὶ ἐξομοσίᾳ, ἡμέρᾳ | |
[καὶ ὑπατίᾳ τῇ] προγεγραμμένῃ. |