Contract with the association of builders.  Block of bluish marble (statue base), inscribed twice.
[ ] Lydia — Sardis (Sart) — 459 AD — Sardis 7,1 18 — AntTard 8 (2000) 181-208 (M. Di Branco)
See also:
1 [ἐξο]μοσία τ[ῶν] οἰκοδόμων κανο[νισθεῖσα ὑπὸ τοῦ ἐκδ(ίκου)] τῆ[ς]
λαμ(προτάτης) Σαρδ(ιανῶν) μητροπόλεως·
πατίας Φλ(αβίου) Πατρικίου τοῦ λαμ(προτάτου) καὶ τοῦ δηλοθη-
σομένου, πρὸ πέντε Καλανδῶν Μαΐων ἐν τῇ λαμπ(ροτάτῃ)
5 καὶ δὶς νεοκόρων Σαρδ(ιανῶν) μητροπ(όλει) ἰνδ(ικτιῶνος) ιβʹ εὐτυχεστά-
της καὶ μηνὸς Δεσίου τετάρτῃ, ὁμολογοῦμεν
Λ(ουκίῳ) Αὐριλιανῷ τῷ θαυμασιωτάτῳ καὶ καθοσιωμ(ένῳ)
μαγιστριανῷ καὶ ἐκδ(ίκῳ) τῆς αὐτῆς περιφανοῦς
μητροπ(όλεως) τὰ ὑποτεταγμένα· κατηγορίας διαφόρους
10 δεξαμένη ἡ σὴ θαυμασιότης κατὰ διαφόρων τινῶν
[τὴ]ν ἡμετέρ[α]ν μετιόντων τέχνην ὡς ἐνχειριζο-
[μέ]νων ἔργα οἰκοδομικὰ καὶ ἀτελῆ ταῦτα καταλιμπα-
[νόντ]ων καὶ ἐμποδιζόντων τοῖς ἐργοδότες, ἀναστῖλε
[τὴν τοι]αύτην κατὰ τῶν ἐργοδοτῶν γιγνομένην
15 [ἀδικίαν] περὶ πολλοῦ π[οι]ουμένη {ν} ἐπεζήτησεν
[πρὸς ἡμ]ᾶς τὴ[ν] ὁμολογίαν τε καὶ ἐξομοσίαν
[τὴν ἑξ]ς· ὁ[μ]ολογοῦ[μεν] καὶ ἐξομ[ν]ύμεθα τὴν
[ἁγίαν καὶ ζω]οπ[ο]ιὸν Τ[ριάδα] καὶ τὴν σωτηρίαν καὶ
[νίκην τοῦ δεσπό]του τ[ῆς οἰκου]μένης Φλ(αβίου) Λέοντος
20 [τοῦ αἰωνίου Αὐγού]στου Αὐτοκράτορος πάντα τὰ ἔρ-
[γα ἃ ἡμῖν παραγίγ]νετ[αι] παρὰ οἱουδήποτε τῶν
[ἐργοδοτῶν ἀναπλη]ρο[ῦ]ν, ἑτοίμου ὄντος τοῦ ἐργοδότου
[ἡμῖν διδόναι τ]οὺ[ς] ἀρέσαντας μισθούς· εἰ δὲ οἱα-
[δήποτε κώλυσις] πα[ρα]γένητε τ[ῷ] ἐργολαβήσαντι
25 [ἔργα οἰκοδομικά, ε]ἴτ[ε] ἰδιωτεικ[ὰ] εἴτε δημοσία,
[οὐ κωλύσομεν ὑπεισιέν]αι ἕτερον τεχνίτην τὸ
[ἀρχθὲν ἔργον παντελ]ῶς ἀναπληροῦν, δηλονότι
[τῶν ἀρεσάντων μισθῶν] πληρουμέν[ων] ἤτοι τοῦ ἐναρξα-
[μένου τεχν]ίτου ἤ[τ]οι τοῦ ἀντ’ αὐτοῦ ὑπεισιόντος,
30 [μηδὲ ἐπισχούσης τὸ ἔ]ργον μηδεμίας ἡμν προφάσεως·
[εἰ δὲ ὁ ἐργολαβήσας] ἅπαξ οἱῳδήποτε τρόπῳ τὸν ἐρ[γο]-
[δότην κωλύῃ, καταλιπ]ομένου, καθὼς ἔφημ[εν, τοῦ] ἔργου ἢ
[ὑπὸ τοῦ τὸν ἔργον ἐ]ξ ἀρχῆς δεξαμένου εἴτ[ε τοῦ ὑπὲ]ρ οἱου-
[δήποτε τεχν]ίτου ὑπεισιόντος, το[ι]αύτ[ης κωλύσεως]
35 [διδόνε αὐτοὺ]ς μισθοὺς κατὰ τὸ γενόμενο[ν μετα]ξὺ
[αὐτοῦ τε τοῦ] ἐργοδότου καὶ αὐτοῦ τοῦ τεχνίτου σύμφω-
[νον· τοῦ δὲ ἐργο]δότου ἀνεξικακοῦντος, ε[ἴ] π[οτ’][φ’ ἑ]πτὰ ἡμέραι[ς]
[κωλύθῃ τοῦ ἔρ]γου, τῷ τεχνίτῃ {ν} τῷ ἐργολαβήσαντει τὸ
[ἔργον ὑπῖναι· εἰ] δὲ συμβῇ καὶ ἀρρωστία περιπεσ[ῖ]ν τὸν τε-
40 [χνίτην], εἴκ[οσι] ἡμέρας περιμένιν τὸν ἐργοδότ[ην], με[τ]ὰ δὲ
[τὴν ἀν]εξ[ικ]ακίαν τῶν εἴκοσι ἡμερῶν, εἰ μὲν ὑ[γι]άνῃ
[ἀμελῇ δὲ] το[ῦ] ἐργάζεσθαι ἐπὶ τὸ τ[η]ν[ι]καῦτα, ὑπεισιένα[ι] ἕτερον
[ὡς τοῦ παραιτησ]αμένου ποιού[μεθα] τὸν λόγον· καὶ πα[ραι]τουμένου
[τοῦ ἐργολαβήσαντος, εἰ μ]ηδὲν κατὰ τὰ προγεγραμμένα εὑρεθίη
45 [μήτε πράττων μήτε ἐργαζ]όμενός τις ἐξ ἡμῶν, συν[τ]ιθέμεθα
[κα] ὁμολογοῦ[μεν ἐκτί]σιν λόγῳ προστίμου εἰς ἔργα τῆς πόλεως·
[καὶ τὸν ἔκδ(ικον)], παρ’ αὐ[τοῦ] πραξόμενον χρυσᾶ νομίσματα ὀκτώ,
[τῷ ἐνόχῳ ἐγκαλέσι]ν τῷ τῆς [ἀδ]ικίας ἐγκλήματι κατὰ τὰς
[θείας διατά]ξεις οὐδὲν ἧττον καὶ μετὰ τὴν τοῦ προστίμου
50 [πράξιν, βεβαί]ας καὶ ἀρραγοῦς καὶ ἀσαλεύτου μενο-
[σης τῆς παρούσης ὁ]μολογίας εἰς τὸ διηνεκές, καὶ ἀναπο-
[τρέπτως τελουμένης] πάντοθεν ἀκόλουθον πᾶσιν τοῖς προ-
[διορισθεῖσιν] καὶ ὁμολογηθεῖσιν παρ’ [ἡ]μῶν· καὶ ὑπεθέμεθα
[εἰς τὴν ἔκτισι]ν τοῦ π[ρ]οστίμο[υ], ἐνεχύρου λόγῳ τῷ γενικῷ
55 [καὶ ἰδικῷ], πάντα [ἡμῶ]ν τὰ ὑπάρχοντα καὶ πάρξοντα
[ἐν] πα[ντὶ εἴδει] καὶ [γέ]νι· καὶ πρὸς τὰ προγεγραμμένα
πάντα ἐπερωτηθέντες παρὰ τῆς σῆς θαυμασιότητος ὁμ-
[ολ]ο[γ]ήσαμε[ν τῇδε τῇ] μολογίᾳ καὶ ἐξομοσίᾳ, ἡμέρᾳ
[καὶ ὑπατίᾳ τῇ] προγεγραμμένῃ.
Search Help
Contact Us