IG II² 1271
[ ] Att. — non-stoich. 39-45 — 298/7
1 — — — — — — — — — — — — — — ο̣κλῆς εἶπεν· ἐπειδὴ Μῆνις
[Μνησιθέου διατελεῖ] εὔνους ὢν τοῖς θιασώταις καὶ φιλο-
[τιμούμενος π]ερὶ τὸ ἱερὸν καὶ νῦν αἱρεθεὶς ταμίας ἐπ-
[ὶ Εὐκτήμ]ονος ἄρχοντος καλῶς καὶ φιλοτίμως πάσ-
5 [ας τὰς] ἐπιμελείας ὑπέστη καὶ τό τε πρόστωιον καὶ
[τ][ἀ]έτωμα τοῦ ἱεροῦ τοῦ Διὸς τοῦ Λαβραύνδου ἐπε-
[τέ]λεσεν ἀξίως τοῦ θεοῦ καὶ τὰ κοινὰ καλῶς καὶ δικαί-
ως διεχείρισεν ἀνένκλητον παρέχων ἑαυτὸν πᾶσ-
ι τοῖς θιασώταις ἔκ τε τῶν πρότερον χρόνων καὶ ἀφ’ οὗ ε-
10 ἰς τὴν ἐπιμέλειαν τῆς ταμιείας εἰσῆλθεν καὶ ἐκ τῶν ἰ-
δίων τῶν ἑαυτοῦ προσανήλωσεν ἀργύριον ἀπροφασί-
στως εἰς τὸ ἱερὸν φανερὰν ποιούμενος τὴν εὔνοιαν ἣ-
ν ἔχει εἰς τοὺς θιασώτας καὶ τὴν ἱερωσύνην ἀξίως ἱερε-
ώσατο τοῦ θεοῦ· ὑπὲρ οὖν τούτων ἁπάντων δεδόχθαι το-
15 ῖς θιασώταις, ἐπαινέσαι Μῆνιν Μνησιθέου Ἡρακλεώτην
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι· ἀναθεῖναι
δ’ αὐτοῦ καὶ εἰκόνα τοῦ ἱεροῦ οὗ ἂν εἶ κάλλιστον γράψαν-
τας ἐν πίνακι κατὰ τὸν νόμον, ὅπως ἂν εἶ πᾶσιν φαν-
ερὸν τοῖς βουλομένοις φιλοτιμε〚με〛ῖσθαι {²⁶φιλοτιμεῖσθαι}²⁶ περὶ τὸ ἱερὸν
20 ὅτι <τι>μηθήσονται κατ’ ἀξίαν ἕκαστος ὧν ἂν εὐεργετή-
σει τοὺς θιασώτας. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν
στήλει λιθίνει ἐν τῶι ἱερῶι τοῦ θεοῦ.
                         corona
Search Help
Contact Us