[ ] Att. — stoich. 30 — 298/7
See also:
1 [ἐπὶ Μνησι]δήμου ἄρχοντος. Λύσις Τιμο-
[θέου Ἁλιμ]ούσιος ε[ἶ]πεν· ἐπειδὴ Κηφισ-
[όδοτος χε]ιροτονηθεὶς ἐξεταστὴς ὑπ-
[ὸ τοῦ δήμ]ου τοῦ Ἀθηναίων διατελεῖ πε-
5 [ρί τε] τὸν δῆμον τὸν Ἀθηναίων καὶ τοὺς
[στρ]ατευομένους ἐπὶ Σουνίωι τῶν πολ-
[ιτῶ]ν καὶ τοὺς ξένους λέγων καὶ πράττ-
[ων] τὰ ἄριστα καὶ κοινεῖ καὶ ἰδία<ι> τἀγα-
[θ]ὸν ὑπὲρ ἑκάστου ὅ τι ἂν δύνηται· ἀγαθ-
10 εῖ τύχει δεδόχθαι τοῖ[ς] στρατιώταις·
ἐπαινέσαι Κηφισόδοτον Εὐαρχίδου Ἀ-
χαρνέα καὶ στεφανῶσαι χρυσῶι στεφά-
νωι κατὰ τὸν νόμον ὑπὲρ ὧν τὰς εὐθύνα-
[ς δ]έδωκεν ἀρετῆς ἕνεκα καὶ δικαιοσύ-
15 [νη]ς ἣν ἔχων διατελεῖ περί τε τὸν δῆμο-
[ν τ]ὸν Ἀθηναίων καὶ τοὺς στρατιώτας. ἀ-
[ναγ]ράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλε-
[ι λι]θίνει καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ
Πο[σε]ιδῶνος, ὅπως ἂν εἰδῶσι πάντες οἱ
20 φι[λο]τιμεῖσθαι βουλόμενοι ὅτι χάρι-
[τας] ἀξίας ἀπολήψονται τῶν εὐεργετη-
μάτων.
Search Help