Letter of Hermogenes to the governor Arrius Antoninus. Large marble block, originally an architrave block.
[ ]
Lydia — Sardis (Sart) — Çapaklı — 188/189 AD — H. Malay, Researches (1999) 119, 131 — AnnÉp (1999) 1534
See also:
1 | ἐπ̣[ιστολὴ] |
τῷ σωτῆρι τῆς ἐπαρχείας ἀνθ(υπάτῳ) | |
Ἀρρίῳ Ἀντωνείνῳ παρὰ Ἑρμογέ- | |
νους τοῦ Δη<μη>τρίου Σαρδιανοῦ νεω- | |
5 | κόρου θεοῦ Μηνὸς Ἀσκηνοῦ προ- |
πάτορος τοῦ ὄντος ἐν Σάρδεσιν· | |
ἔχοντος, κύριε, δίκαια τοῦ θεοῦ ἐκ | |
βασιλικῶν δωρεῶν καὶ ἐπικρίσεων | |
ἐννόμων καὶ ἐπιτρόπων καὶ τῆς βου- | |
10 | λῆς καὶ τοῦ δήμου δίδοσθαι κατ’ ἔτος |
ὑπὸ τῶν ἀρχόντων τῆς πόλεως ὡρισ- | |
μένα κὲ κεκριμένα ἐξ ἔθους 𐆖 χʹ εἴς | |
τε τὰς θυσίας κὲ σπονδὰς τοῦ θεοῦ | |
κὲ τοῦ αὐτοκράτορος [ν]είκης τε κὲ αἰ- | |
15 | ωνίου διαμονῆς κὲ τῶν ἀφθόνων καρ- |
πῶν, κὲ δεδομένων τούτων ὑπὸ τῶν κα- | |
τ’ ἔτος ἀρχόντων, σήμερον μὴ διδομένων | |
ὑπὸ τοῦ ἐνεστῶτος ἄρχοντος Αὐρ(ηλίου) Κτη- | |
σίππου κὲ ἐπὶ τούτων τῶν θυσιῶν δέο- | |
20 | μαί σου τῆς τύχης κελεῦσαί σε τῷ ἄρ- |
χοντι Αὐρ(ηλίῳ) Κτησίππῳ δοῦναι τὰ ἐξ ἔθους | |
διδόμενα 𐆖 χʹ πρὸς τὸ τὰς θυσίας τῷ θεῷ | |
τὰς νενομισμένας ἐκτελεῖσθαι· ὑπέτα̣- | |
ξα δὲ κὲ τῶν πρὸ σοῦ ἀνθυπάτων κὲ ἐπιτρό- | |
25 | πων ἐπικρίσεις· Οὐενουλήϊος Βάλης |
ἐπίτροπος Αὐτοκράτορος Οὐεσπασιανοῦ | |
Σαρδιανῶν ἄρχουσι χαίρειν· τὰ ἐξ ἔθους | |
εἰς τὰ τοῦ Μηνὸς μυστήρια χορηγούμενα | |
εὔλογόν ἐστιν δίδοσθαι ἑκάστου ἔτους· | |
30 | κὲ Ἀσπ[ρήν]α̣ς ἀνθύπατος οὕτ̣[ω]ς̣. |