Honorific inscriptions for Tib. Cl. Theogenes Lachanes and his mother or daughter Claudia, a priestess of Demeter Karpophoros.  Rectangular altar of white marble; inscriptions on opposite faces.
[ ] Lydia — Sardis (Sart) — Haci Oğlan Mevkisi — ca. 50 AD — REA 100 (1998) 495-508
I.1 ὁ δῆμος ἐτείμησεν
Τι(βέριον) Κλαύδιον Θεογέ-
νην Λαχανᾶν ἄνδρα
καλὸν καὶ ἀγαθόν, ἀ-
5 γορανομήσαντα λαν-
πρῶς καὶ γραμματεύ-
σαντα τοῦ δήμου συν-
φερόντως καὶ ἐργε-
πιστατήσαντα ἐπι-
10 μελῶς καὶ ἁγνῶς καὶ
ἐν πᾶσιν δημωφελῶς,
ἀναστραφέντα οὐ μόνον
ἀναλογούντως ταῖς προγο-
νικαῖς ἀρεταῖς ἀλὰ {²⁶ἀλλὰ}²⁶ καὶ τὰς
15 τοῦ γένους εὐπραξίας τῇ
περὶ τὴν πατρίδα περισπου-
δάστῳ διαθέσει κεκοσμηκότα.
II.1  ὁ δῆμος ἐτείμησεν
Κλαυδίαν Θεογένους
θυγατέρα καυειν,
γυναῖκα δὲ Κλαυδίου
5 Διοδώρου Λαχανᾶ,
μήτηρ (sic) δὲ Κλαυδίων
Θεογένους καὶ Μη-
νογένους καὶ Διοδώ-
ρου, ἱέρειαν Δήμητρος
10 Καρποφόρου, ἥτις
ἐνθάδε καθιέρωται.
Search Help
Contact Us