Petition from the priest of Apollo Pleurenos to Euthydemos and the latter’s response. Marble stele, broken at the bottom; an olive branch above the inscription.
[ ]
Lydia — Sardis (Sart) — Yeniköy-Hasankıranı — ca. 150 BC — ArkDerg 4 (1996) 75, 1
See also:
1 | ἐπὶ Εὐθυδήμου ἀρχιερέως καὶ |
ἱερέως Καδοου Πληρι· Εὐθυδ- | |
ήμωι ἀρχιερεῖ ὑπόμνημα πα- | |
ρὰ Καδοου ἱερέως τοῦ ἐν Πλευ- | |
5 | ροῖς Ἀπόλλωνος ἔχοντος τὴν |
ἱερητήαν ἐκ πλείονος χρόνου· ἠξ[ί]- | |
ωσα πρότερον ἐπ’ Ἀντιόχου τοῦ | |
βασιλέως Νικάνορα τὸν ἀρχιερ[έ]- | |
α ἵνα στήσω στήλην ἐν τῶι ἱερῶι | |
10 | κατατάξαντός μου τὸ ἐκείνου |
ὄνομα καὶ τὸ ἐμὸν καὶ τῶν μυ[στ]- | |
ῶν καὶ νῦν ἀξιῶ σ’ εἰ φαίνετα[ι] | |
συντάξαι γράψαι Ἀσκληπιάδ[ηι] | |
τῶι οἰκονόμωι ἵνα παραδ‵ε′ίξῃ μοι | |
15 | τόπον ἐν ᾧ σ[τ]ήσω τὴν στήλην, |
ἐν ᾗ κατατάξω τό τε σὸν ὄνομα | |
καὶ τὸ ἐμὸν καὶ τῶν μυστῶν· | |
Διόφαντος Ἀττίνᾳ· τῆς γραφ[εί]- | |
σης μοι ἐπιστολῆς παρὰ Εὐθυδή- | |
20 | μου τοῦ ἀρχιερέως ὑποτέταχά |
σοι τὸ ἀντίγραφον· Εὐθύδημος Ἀ- | |
σκληπιάδῃ· τοῦ ἀναδοθέντος | |
μου ὑπομνήματος παρὰ Καδ- | |
οου ἱερήως τοῦ ἐν Πλευροῖς | |
25 | Ἀπόλλωνος γενέσθω αὐτῶ- |
ι καθάπερ ἠξίωσεν· | |
Μενεκράτης Ἑρμογένου | |
Μητρόδωρος Μιθρέους | |
[— — — — — — — —] |