Petition from the priest of Apollo Pleurenos to Euthydemos and the latter’s response.  Marble stele, broken at the bottom; an olive branch above the inscription.
[ ] Lydia — Sardis (Sart) — Yeniköy-Hasankıranı — ca. 150 BC — ArkDerg 4 (1996) 75, 1
See also:
1 ἐπὶ Εὐθυδήμου ἀρχιερέως καὶ
ἱερέως Καδοου Πληρι· Εὐθυδ-
ήμωι ἀρχιερεῖ ὑπόμνημα πα-
ρὰ Καδοου ἱερέως τοῦ ἐν Πλευ-
5 ροῖς Ἀπόλλωνος ἔχοντος τὴν
ἱερητήαν ἐκ πλείονος χρόνου· ἠξ[ί]-
ωσα πρότερον ἐπ’ Ἀντιόχου τοῦ
βασιλέως Νικάνορα τὸν ἀρχιερ[έ]-
α ἵνα στήσω στήλην ἐν τῶι ἱερῶι
10 κατατάξαντός μου τὸ ἐκείνου
ὄνομα καὶ τὸ ἐμὸν καὶ τῶν μυ[στ]-
ῶν καὶ νῦν ἀξιῶ σ’ εἰ φαίνετα[ι]
συντάξαι γράψαι Ἀσκληπιάδ[ηι]
τῶι οἰκονόμωι ἵνα παραδ‵ε′ίξῃ μοι
15 τόπον ἐν ᾧ σ[τ]ήσω τὴν στήλην,
ἐν ᾗ κατατάξω τό τε σὸν ὄνομα
καὶ τὸ ἐμὸν καὶ τῶν μυστῶν·
Διόφαντος Ἀττίνᾳ· τῆς γραφ[εί]-
σης μοι ἐπιστολῆς παρὰ Εὐθυδή-
20 μου τοῦ ἀρχιερέως ὑποτέταχά
σοι τὸ ἀντίγραφον· Εὐθύδημος Ἀ-
σκληπιάδῃ· τοῦ ἀναδοθέντος
μου ὑπομνήματος παρὰ Καδ-
οου ἱερήως τοῦ ἐν Πλευροῖς
25 Ἀπόλλωνος γενέσθω αὐτῶ-
ι καθάπερ ἠξίωσεν·
Μενεκράτης Ἑρμογένου
Μητρόδωρος Μιθρέους
[— — — — — — — —]
Search Help
Contact Us