Honorific inscription for C. Asinnius Nicomachus Frugianus. Rectangular base of white marble; inscription on the upper molding (lines 1-3) and in a recessed field below.
[ ]
Lydia — Sardis (Sart) — 222-235 AD — Chiron 23 (1993) 248-266 — ArkDerg 4 (1996) 175, n. 2
See also:
upper molding.1 | [τῆς πρωτόχθονος καὶ ἱερᾶς] τῶν [θεῶν] |
[καὶ μητροπόλεως τῆς Ἀσία]ς καὶ Λ[υδίας] | |
[ἁπάσης καὶ πρώτης Ἑλλά]δος καὶ πολ- | |
lower field.4 | λάκις [νεωκόρου τῶ]ν Σεβαστῶν |
5 | κατὰ τὰ̣ [δόγμα]τ̣α τῆς ἱερᾶς συγ- |
κλήτου, φίλης καὶ συμμάχου | |
Ῥωμαίων καὶ οἰκείας τοῦ Σε- | |
βαστοῦ τῆς λαμπροτάτης | |
∙ Σαρδιανῶν πόλεως ∙ | |
10 | ἡ βουλὴ ∙ καὶ ∙ ὁ δῆμος ἐτεί- |
%⁸¹μησεν vacat | |
Γ(άϊον) ∙ Ἀσίννιον ∙ Νεικόμαχον Φρου- | |
γιανὸν τὸν ἀξιολογώτατον, ∙ ἄν- | |
δρα ἐπίσημον καὶ πρώτο̣υ γένους, | |
15 | ἀγορανομήσαντα ∙ ἐνδόξως καὶ |
φιλοτείμως, ∙ προτραπέντα | |
ὑπὸ τῆς πατρίδος ∙ ἐν ἀναγ- | |
καίῳ καιρῷ, ∙ μαρτυρηθέντα ὑπὸ | |
τῶν κατὰ καιρὸν ἡγεμόνων ἐπὶ | |
20 | τῇ τῆς ἀρχῆς εἰλικρινείᾳ, ∙ προέκ- |
γο[ν]ον ∙ Γαΐας Ἀσιννίας Ἰουλείνης | |
διὰ β̣[ίου] σ̣[τεφαν]η̣φόρου, ∙ ἔγγονον | |
δὲ Γαΐας [— c.8 —]ας Ἀσιννίας | |
Φρουγίλλη[ς — c.7 — Ἀ]σ̣ινν(ίου) ∙ Φροῦγι ∙ | |
25 | ἀρχιερέως [τῆς Ἀσία]ς̣ καὶ πλεῖστα |
ἀναλώσαντ[ο]ς̣ ἐ̣[ν τῇ π]α̣τρίδι ∙ καὶ | |
στρατηγήσαντος κα[τὰ ἐ]πιδημί- | |
[α]ν καὶ διοδείαν ∙ θεῶν̣ [Μ(άρκου) Ἀν]τ[ω]νί- | |
[ν]ου καὶ Κομόδου, ∙ ἀδελφιδ[οῦν Γ]α̣ΐ̣- | |
30 | [ω]ν ∙ Ἀσιννίων ∙ Ῥούφου ∙ Νεικομά[χου] |
[κ]αὶ Λεπίδου ∙ ὑπατικῶν, ∙ ὑῶν ∙ Γ(αΐου) ∙ Ἀ̣[σιν]- | |
[νί]ου ∙ Νεικομάχου ∙ τοῦ τῆς ἀρ̣[ίσ]- | |
[τη]ς μνήμης ὑπατικοῦ, ∙ θεί[ου πρὸς] | |
[πατ]ρὸς τοῦ Νικομάχου, ∙ συνγε[νῆ ὄν?]- | |
35 | [τα κ]αὶ ἄλλων πολλῶν ὑπατικῶ̣[ν], |
[υἱὸ]ν ∙ Γ(αΐου) ∙ Ἀσιννίου ∙ Φροῦγι ∙ τοῦ ἀξ[ιολο]- | |
[γω]τάτου ∙ καὶ Βηδίας ∙ Δομετια[νῆς?] | |
∙ Γλαβριωνιανῆς ∙ | |
[πρ]ονοησαμένου ∙ τῆς ἀναστά[σε]- | |
40 | [ως] τ̣οῦ ἀνδριάντος ∙ Αὐρ(ηλίου) ∙ Νεικάν[․]- |
[․․․] Σερβειλίου ∙ βουλευτοῦ ∙ τοῦ φί- | |
[λου κα]ὶ ἀναστήσαντος ἐν τοῖς ἰ- | |
[δίοις α]ὐτοῦ καὶ προγονικοῖς ἔρ- | |
[γοις, ψ]η̣φισαμένης τῆς πατρί- | |
45 | [δος ἀνασ]τῆναι αὐτοῦ τὰς τιμὰς |
[ἐν τοῖς τέ]σ̣σαρσιν μ[α]κέλλοις. |