IG II² 1264
[ ] Att. — stoich. 23 — 300/299
See also:
1 ․․․․ίων Ἀντισθένου Τει[θρά]-
[σιος] εἶπεν· ἐπειδὴ οἱ ταμί[αι]
[τῶ]ν τῆς θεοῦ οἱ ἐπὶ Ἡγεμά[χου]
[ἄρ]χοντος ἐπεμελήθησαν [ὑπὲ]-
5 [ρ τ]ῶν ἱππάρχων, ὅπως ἂν οἱ [ἱππ]-
ε[ῖ]ς τόν τε σῖτον κομίσων[ται]
[π]αρὰ τοῦ δήμου τὸν ὀφειλ[όμε]-
[νο]ν αὐτοῖ[ς] καὶ τἄλλα πάν[τα δ]-
ιατελ[ο]ῦσιν πράττοντες [τὰ σ]-
10 υνφέροντα φιλοτίμως ὑπ[ὲρ τ]-
[ῶ]ν ἱππέων, τύχει ἀγαθεῖ δε[δό]-
[χ]θαι τοῖς ἱππε[ῦ]σιν, ἐπαιν[έσ]-
[α]ι τοὺς ταμίας τῶν τῆς θεοῦ [τ]-
οὺς ἐπὶ Ἡγεμάχου ἄρχοντο[ς κ]-
15 αὶ στεφανῶσαι αὐτοὺς χρυ[σῶ]-
ι στεφάνωι ἀρετῆς [ἕ]νεκα κ[αὶ]
[φ]ιλοτιμίας ἣ[ν] ἔχοντες δι[ατ]-
[ε]λοῦσιν εἴς τε τοὺς ἱππεῖ[ς κ]-
αὶ τὸν δῆμον τὸν Ἀθηναίων· [ἀν]-
20 αγράψαι δὲ τόδε τὸ ψήφισμα [κ]-
αὶ τὸν στέφανον καὶ τὰ ὀνόμ[α]-
τα τῶν ταμιῶν ἐν στήληι λιθ[ί]-
νει καὶ στῆσαι ἐν ἀκροπόλε[ι],
τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στή[λ]-
25 ην καὶ τὴν ἀναγραφὴν ὅ τι ἂ[ν γ]-
[ί]νηται δοῦναι τοὺς ἱππάρ[χο]-
[υς].
27a    spatium 10 versuum
28                     ․․κτησα̣
                    ο̣ν̣ ταμια
30                     ․․ισισο
                    ․․․․ο#⁷#⁷
Search Help
Contact Us