Honorific decree for Antidoros, a priest of Kalliste. Stele of blue marble, nearly intact. Non-stoich. 34-38.
1 | ἐπὶ Λ[υσ]ανίου ἄρχοντος, ἐπὶ τῆς Οἰνεῖδος ὀγδό- |
ης πρυτ̣ανείας, ἧι Εὔμηλος Ἐμπεδίωνος Εὐωνυ- | |
μεὺςIII ἐγραμμάτευεν· Ἀνθεστηριῶνος ὀγδόει ἐ- | |
πὶ δέκα· ὀγδόηι καὶ δεκάτηι τῆς πρυτανείας· ἐκ- | |
5 | κλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Εὐφρό- |
νιος Κλεεμπόρου Αἰξωνεὺς καὶ συμπρόεδροι· vv | |
vvvvvvv ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· vvvv | |
Θεόφιλος Φιλοθέου Λαμπτρεὺς εἶπεν· ἐπειδὴ vv | |
Ἀντίδωρος λαχὼν ἱερεὺς τῆς Καλλίστης τὸν ἐνι- | |
10 | αυτὸν τὸν ἐπ’ Ἐκφάντου v τάς τε θυσίας πάσας ἔθυ- |
σεν τὰς γινομένας ἐν τῶι ἐνιαυτῶι ὑπὲρ τῆς βου- | |
λῆς καὶ τοῦ δήμου καλῶς καὶ φιλοτίμως, v ἀνέθη- | |
κεν δὲ καὶ βωμὸν λίθινον ἐκ τῶν ἰδίων, ἀπενήνο- | |
χεν δὲ καὶ λόγους περὶ πάντων, ὧν ὠικονόμηκεν | |
15 | ἐν τῶι ἐνιαυτῶι ἀκολούθως τοῖς νόμοις· v ὅπως |
ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται χάριν | |
ἀποδιδόντες τοῖς φιλοτιμουμένοις εἰς τὸ ἱε- | |
ρόν, v ἀγαθεῖ τύχει, δεδόχθαι τῆι βουλῆι· τοὺς v | |
προέδρους, οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς | |
20 | τὴν̣ ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού- |
των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν | |
δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἀντίδωρον | |
Ἀντιδώρου Περγασῆθεν καὶ στεφανῶσαι θαλλοῦ | |
στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς | |
25 | καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον· |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν | |
κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι ἐν | |
τῶι ἱερῶι τῆς Καλλίστης· v εἰς δὲ τὴν ἀναγραφὴν v | |
τῆς στήλης καὶ τὴν ποίησιν μερίσαι τὸν ἐπὶ τῆι δι- | |
30 | οικήσει τὸ γενόμενον ἀνάλωμα. |
cr. 1 | {²in corona:}² |
31 | ἡ βουλὴ |
Ἀντίδωρον | |
Περγασῆθεν | |
vacat 0,145 | |
cr. 2 | {²in corona:}² |
31 | ὁ δῆμος |
Ἀντίδωρον | |
Περγασῆθεν. | |
vacat 0,145 |