Honorific decrees for the sitophylakes. Three joining fragments of a pedimental stele of blue marble, broken at the bottom. Stoich. 50.
[ ]
Attica — Athens — Agora — 239/8 (I) and 238/7 (II) BC — Hesperia 6 (1937) 444, 2 (ab) — Agora XVI 194 (ab)
See also:
I.1 | [θ]εο[ί]· |
[ἐπ’ Ἀ]θ̣ηνοδ̣[ώ]ρου ἄρχοντος, ἐπὶ 〚[τῆς Ἀντιγονίδος]〛 δω[δεκάτης πρυτ]- | |
[ανε]ί̣ας, [ἧ]ι Ἄρκετος Ἀρχίου ἉμαξαντεὺςX ἐγραμμάτ[ευεν· Σκιροφο]- | |
[ριῶ]νος ὀγδόει μετ’ εἰκάδας· τρίτηι καὶ εἰκοστῆι [τῆς πρυτανεί]- | |
5 | [ας]· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων ἐπεψήφι[ζεν v ․․․7․․․] |
[․]ν̣ης Φιλοστράτου Πήληξ καὶ συμπροέδροι· v ἔδοξ[εν τῆι βουλῆι]· | |
Διοκλῆς Ἀριστοφίλου Ἐρχιεὺς εἶπεν· ἐπειδὴ οἱ σ[ιτοφύλακες ο]- | |
ἱ ἐπὶ Ἀθηνοδώρου ἄρχοντος v τάς τε θυσίας ἔθυσα̣[ν τὰς καθηκού]- | |
σας ἐν τῶι ἐνιαυτῶι ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δή[μου καὶ τοῦ βα]- | |
10 | σιλέως Δημητρίου καὶ τῆς βασιλίσσης Φίλας καὶ [τῶν ἐγγόνων α]- |
ὐτοῦ· ἐπιμεμέληνται δὲ καὶ τῶν ἄλλων καλῶς κα[ὶ φιλοτίμως, ὧν] | |
αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματ̣[α] τ̣οῦ δήμ[ου· vv] | |
καὶ τῶι τε ταμίαι τῶν Παναθηναίων Ἀγαθαίωι κα[ὶ] τῶι ἀγωνοθ[έτ]- | |
ει Ὁμήρωι καὶ τῶι ταμί<α>ι τῆς βουλῆς Ἀμφιχάρηι [χ]ρησίμους α[ὑτ]- | |
15 | οὺς παρέσχον, εἰς ἃ παρεκάλουν αὐτούς· v ὅπως ἂν [ο]ὖν ἐφάμιλλο[ν] |
ἦι τοῖς ἀεὶ λαγχάνουσιν καλῶς καὶ δικαίως ἄρχειν τὴ[ν] ἀρχήν, | |
v ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι· v ἐπαινέσ̣αι τοὺς σιτοφύλ- | |
ακας τοὺς ἐπὶ Ἀθηνοδώρου ἄ[ρ]χοντος v Ἀθηνόδω̣ρον ἘρχιέαIV, v Ἀρχ- | |
ῖ̣ν[ο]ν ἈχαρνέαVIII, v Εὐθύδημον ΜελιτέαII, v Ἀγάθαρχ[ον] ΛαμπτρέαI, v Δημ- | |
20 | ο̣κλῆν ἈναφλύστιονXII, v καὶ τὸν κληρωτὸν γραμ[ματέ]α Ἐργοκλῆν Κρ- |
ωπίδηνVI v φιλοτιμίας ἕνεκα καὶ δικαιοσύνη[ς τῆς ε]ἰς τὴν βουλὴ- | |
ν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· v καὶ ἀναγράψ[αι τούτων] τὸν ἔπα[ιν]- | |
ον ἐν στήληι λιθίνηι τὸν γραμματέα τὸν κα̣[τὰ πρυτανείαν καὶ σ]- | |
τῆσαι πρὸς τῶι συνεδρίωι· εἰς δὲ τὴν ἀναγ[ραφὴν τῆς στήλης μερ]- | |
25 | ίσαι τὸν ἐπὶ τῆι διοικήσει τὸ γενόμενον [ἀνάλωμα. vacat ] |
vacat 0,015 | |
II.26 | ἐπὶ Λυσίου ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδ[ος δωδεκάτης πρυτανε]- |
ίας, ἧι Ἐπιχάρης Εὐδήμου ἈφιδναῖοςXI ἐγρ̣[αμμάτευεν· Σκιροφορι]- | |
ῶνος ἐνάτει ἱσταμένου· ἑνδεκάτει τῆς [πρυτανείας· v ἐκκλησία]· | |
τῶν προέ<δ>ρων ἐπεψήφιζεν v Δημοφ[ά]νη[ς Ἐπιζήλου Ἁλαιεὺς καὶ σ]- | |
30 | υμπροέδροι· v ἔδοξεν τῆι βουλῆι καὶ τ[ῶι δήμωι· ․․․․․12․․․․․]- |
δήμου Ἀναφλύστιος εἶπεν· v ἐπειδὴ οἱ [σιτοφύλακες οἱ ἐπ’ Ἀθηνο]- | |
δώρου ἄρχοντος τάς τε θυσίας ἔθ̣υ̣σα[ν τὰς καθηκούσας ἐν τῶι ἐν]- | |
ιαυτῶι ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δ̣ή̣[μου καὶ τοῦ βασιλέως Δημη]- | |
τρίου καὶ τῆς βασιλίσσης Φθία̣ς [καὶ τῶν ἐγγόνων αὐτοῦ· v ἐπεμε]- | |
35 | λήθησαν δὲ καὶ τῶν ἄλλων καλῶς κ̣[αὶ φιλοτίμως, ὧν αὐτοῖς προσέ]- |
ταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσμ̣[ατα τοῦ δήμου ․․5․․ τῆι Παναθ]- | |
ηναίων πανηγύρει σῖτος ἱκαν̣[ὸς ․․․․․․․․․21․․․․․․․․․․ κατ]- | |
η̣ργασμένος· v χρησίμους δ’ αὑτ[οὺς παρέσχον, οἷς παρεκάλουν αὐ]- | |
τούς, τωῖ τε ταμίαι τῶν Παναθη[ναίων Ἀγαθαίωι Προσπαλτίωι vv] | |
40 | καὶ τῶι ἀγωνοθέτει Ὁμήρωι Ε̣[․․․․․․․․․․22․․․․․․․․․․ τοῖς ἐ]- |
κ τοῦ δήμου κεχειροτονημ[ένοις v καὶ τῶι ταμίαι τῆς βουλῆς Ἀμ]- | |
φιχάρει Εἰρεσίδει καὶ δι[ὰ ταῦτα ἐπηινέθησαν ὑπὸ τῆς βουλῆς] | |
τῶν ἑξακοσίων· v ἀπενηνό[χασι δὲ τοὺς λόγους πρὸς τοὺς λογιστ]- | |
ὰς καὶ τὰς εὐθύνας δεδώ[κασι· v ὅπως ἂν οὖν ἐφάμιλλον ἦι τοῖς ἀε]- | |
45 | ὶ λαγχάνουσιν καλῶς κ̣αὶ δικαίως ἄρχειν [τὴν ἀρχὴν εἰδόσιν, ὅτ]- |
ι τιμηθήσονται ὑπὸ [τ]ο[ῦ] δήμου, v τοὺς λαχό[ντας προέδρους εἰς τ]- | |
ὴν ἐπιοῦσαν ἐκκλησία[ν] χρηματίσαι περὶ τ[ούτων, γνώμην δὲ ξυμ]- | |
βάλλεσθαι τῆς βου̣λῆς εἰς τὸν δῆμον, v ὅτι δοκ[εῖ τῆι βουλῆι ἐπα]- | |
ινέσαι τοὺς σιτ[ο]φύλακας τοὺς ἐπὶ Ἀθηνοδώρ[ου ἄρχοντος v Ἀθη]- | |
50 | νόδωρον ἘρχιέαIV, v Ἀρχῖνον ἈχαρνέαVIII, v Ἀγάθαρχο[ν ΛαμπτρέαI, v Δημ]- |
ο̣κλῆν Ἀ[ν]αφ̣[λύ]σ̣τιονXII, v Εὐθύδημον ΜελιτέαII v καὶ τ[ὸν κληρωτὸν γρ]- | |
[αμ]ματέα Ἐρ[γο]κλῆν ΚρωπίδηνVI καὶ στεφανῶσαι αὐτ̣[οὺς χρυσῶι στ]- | |
[εφάνω]ι̣ κ̣α[τὰ] τὸν νόμον φιλοτιμίας ἕνεκα καὶ δικα[ιοσύνης τῆς] | |
[εἰς τὴν βουλ]ὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· vv ἀναγρ[άψαι δὲ τόδ]- | |
55 | [ε τὸ ψήφισμ]α τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στ[ήλει λιθ]- |
[ίνηι καὶ σ]τῆσαι πρὸς τῶι συνεδρίωι· v εἰς δὲ τὴν ἀναγρα[φὴν τῆς] | |
[στήλης με]ρίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γενόμε[νον ἀν]- | |
[άλωμα]. | |
vacat |