Honorific decrees for the sitophylakes.  Three joining fragments of a pedimental stele of blue marble, broken at the bottom. Stoich. 50.
[ ] Attica — Athens — Agora — 239/8 (I) and 238/7 (II) BC — Hesperia 6 (1937) 444, 2 (ab) — Agora XVI 194 (ab)
See also:
I.1 [θ]εο[ί]·
[ἐπ’ Ἀ]θ̣ηνοδ̣[ώ]ρου ἄρχοντος, ἐπὶ 〚[τῆς Ἀντιγονίδος]〛 δω[δεκάτης πρυτ]-
[ανε]ί̣ας, [ἧ]ι Ἄρκετος Ἀρχίου ἉμαξαντεὺςX ἐγραμμάτ[ευεν· Σκιροφο]-
[ριῶ]νος ὀγδόει μετ’ εἰκάδας· τρίτηι καὶ εἰκοστῆι [τῆς πρυτανεί]-
5 [ας]· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων ἐπεψήφι[ζεν v ․․․7․․․]
[․]ν̣ης Φιλοστράτου Πήληξ καὶ συμπροέδροι· v ἔδοξ[εν τῆι βουλῆι]·
Διοκλῆς Ἀριστοφίλου Ἐρχιεὺς εἶπεν· ἐπειδὴ οἱ σ[ιτοφύλακες ο]-
ἱ ἐπὶ Ἀθηνοδώρου ἄρχοντος v τάς τε θυσίας ἔθυσα̣[ν τὰς καθηκού]-
σας ἐν τῶι ἐνιαυτῶι ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δή[μου καὶ τοῦ βα]-
10 σιλέως Δημητρίου καὶ τῆς βασιλίσσης Φίλας καὶ [τῶν ἐγγόνων α]-
ὐτοῦ· ἐπιμεμέληνται δὲ καὶ τῶν ἄλλων καλῶς κα[ὶ φιλοτίμως, ὧν]
αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματ̣[α] τ̣οῦ δήμ[ου· vv]
καὶ τῶι τε ταμίαι τῶν Παναθηναίων Ἀγαθαίωι κα[ὶ] τῶι ἀγωνοθ[έτ]-
ει Ὁμήρωι καὶ τῶι ταμί<α>ι τῆς βουλῆς Ἀμφιχάρηι [χ]ρησίμους α[ὑτ]-
15 οὺς παρέσχον, εἰς ἃ παρεκάλουν αὐτούς· v ὅπως ἂν [ο]ὖν ἐφάμιλλο[ν]
ἦι τοῖς ἀεὶ λαγχάνουσιν καλῶς καὶ δικαίως ἄρχειν τὴ[ν] ἀρχήν,
v ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι· v ἐπαινέσ̣αι τοὺς σιτοφύλ-
ακας τοὺς ἐπὶ Ἀθηνοδώρου ἄ[ρ]χοντος v Ἀθηνόδω̣ρον ἘρχιέαIV, v Ἀρχ-
ῖ̣ν[ο]ν ἈχαρνέαVIII, v Εὐθύδημον ΜελιτέαII, v Ἀγάθαρχ[ον] ΛαμπτρέαI, v Δημ-
20 ο̣κλῆν ἈναφλύστιονXII, v καὶ τὸν κληρωτὸν γραμ[ματέ]α Ἐργοκλῆν Κρ-
ωπίδηνVI v φιλοτιμίας ἕνεκα καὶ δικαιοσύνη[ς τῆς ε]ἰς τὴν βουλὴ-
ν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· v καὶ ἀναγράψ[αι τούτων] τὸν ἔπα[ιν]-
ον ἐν στήληι λιθίνηι τὸν γραμματέα τὸν κα̣[τὰ πρυτανείαν καὶ σ]-
τῆσαι πρὸς τῶι συνεδρίωι· εἰς δὲ τὴν ἀναγ[ραφὴν τῆς στήλης μερ]-
25 ίσαι τὸν ἐπὶ τῆι διοικήσει τὸ γενόμενον [ἀνάλωμα.      vacat             ]
                                vacat 0,015
II.26 ἐπὶ Λυσίου ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδ[ος δωδεκάτης πρυτανε]-
ίας, ἧι Ἐπιχάρης Εὐδήμου ἈφιδναῖοςXI ἐγρ̣[αμμάτευεν· Σκιροφορι]-
ῶνος ἐνάτει ἱσταμένου· ἑνδεκάτει τῆς [πρυτανείας· v ἐκκλησία]·
τῶν προέ<δ>ρων ἐπεψήφιζεν v Δημοφ[ά]νη[ς Ἐπιζήλου Ἁλαιεὺς καὶ σ]-
30 υμπροέδροι· v ἔδοξεν τῆι βουλῆι καὶ τ[ῶι δήμωι· ․․․․․12․․․․․]-
δήμου Ἀναφλύστιος εἶπεν· v ἐπειδὴ οἱ [σιτοφύλακες οἱ ἐπ’ Ἀθηνο]-
δώρου ἄρχοντος τάς τε θυσίας ἔθ̣υ̣σα[ν τὰς καθηκούσας ἐν τῶι ἐν]-
ιαυτῶι ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δ̣ή̣[μου καὶ τοῦ βασιλέως Δημη]-
τρίου καὶ τῆς βασιλίσσης Φθία̣ς [καὶ τῶν ἐγγόνων αὐτοῦ· v ἐπεμε]-
35 λήθησαν δὲ καὶ τῶν ἄλλων καλῶς κ̣[αὶ φιλοτίμως, ὧν αὐτοῖς προσέ]-
ταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσμ̣[ατα τοῦ δήμου ․․5․․ τῆι Παναθ]-
ηναίων πανηγύρει σῖτος ἱκαν̣[ὸς ․․․․․․․․․21․․․․․․․․․․ κατ]-
η̣ργασμένος· v χρησίμους δ’ αὑτ[οὺς παρέσχον, οἷς παρεκάλουν αὐ]-
τούς, τωῖ τε ταμίαι τῶν Παναθη[ναίων Ἀγαθαίωι Προσπαλτίωι vv]
40 καὶ τῶι ἀγωνοθέτει Ὁμήρωι Ε̣[․․․․․․․․․․22․․․․․․․․․․ τοῖς ἐ]-
κ τοῦ δήμου κεχειροτονημ[ένοις v καὶ τῶι ταμίαι τῆς βουλῆς Ἀμ]-
φιχάρει Εἰρεσίδει καὶ δι[ὰ ταῦτα ἐπηινέθησαν ὑπὸ τῆς βουλῆς]
τῶν ἑξακοσίων· v ἀπενηνό[χασι δὲ τοὺς λόγους πρὸς τοὺς λογιστ]-
ὰς καὶ τὰς εὐθύνας δεδώ[κασι· v ὅπως ἂν οὖν ἐφάμιλλον ἦι τοῖς ἀε]-
45 I\ LAGXA/NOUSIN KALW=S K?AI\ DIKAI/WS A)/RXEIN [TH\N A)RXH\N EI)DO/SIN, O(/T]-
ι τιμηθήσονται ὑπὸ [τ]ο[ῦ] δήμου, v τοὺς λαχό[ντας προέδρους εἰς τ]-
ὴν ἐπιοῦσαν ἐκκλησία[ν] χρηματίσαι περὶ τ[ούτων, γνώμην δὲ ξυμ]-
βάλλεσθαι τῆς βου̣λῆς εἰς τὸν δῆμον, v ὅτι δοκ[εῖ τῆι βουλῆι ἐπα]-
ινέσαι τοὺς σιτ[ο]φύλακας τοὺς ἐπὶ Ἀθηνοδώρ[ου ἄρχοντος v Ἀθη]-
50 νόδωρον ἘρχιέαIV, v Ἀρχῖνον ἈχαρνέαVIII, v Ἀγάθαρχο[ν ΛαμπτρέαI, v Δημ]-
ο̣κλῆν Ἀ[ν]αφ̣[λύ]σ̣τιονXII, v Εὐθύδημον ΜελιτέαII v καὶ τ[ὸν κληρωτὸν γρ]-
[αμ]ματέα Ἐρ[γο]κλῆν ΚρωπίδηνVI καὶ στεφανῶσαι αὐτ̣[οὺς χρυσῶι στ]-
[εφάνω]ι̣ κ̣α[τὰ] τὸν νόμον φιλοτιμίας ἕνεκα καὶ δικα[ιοσύνης τῆς]
[εἰς τὴν βουλ]ὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· vv ἀναγρ[άψαι δὲ τόδ]-
55 [ε τὸ ψήφισμ]α τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στ[ήλει λιθ]-
[ίνηι καὶ σ]τῆσαι πρὸς τῶι συνεδρίωι· v εἰς δὲ τὴν ἀναγρα[φὴν τῆς]
[στήλης με]ρίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γενόμε[νον ἀν]-
[άλωμα].
                                                           vacat
Search Help
Contact Us