Honorific decrees for the agonothetes Agathaios.  Pedimental stele of white marble, broken at the bottom and on the right. Stoich. 56-57 (I), 57 (II).
[ ] Attica — Athens — Theater of Dionysos — 252/1 and 251/0 BC — IG II² 780 w. Add. p. 667 — H. Kotsidu, Time kai Doxa (2000) 57, KNr. 13 [E 3] (I)
See also:
I.1 Μοῦσ[αι]·
ἐπὶ Καλλιμήδου ἄρχοντος, ἐπὶ τῆς Αἰαντίδος ἐνάτης πρυτανεία[ς, ἧι Καλ]-
λίας Καλλιάδου ΠλωθεὺςIV ἐγραμμάτευεν· Ἐλαφηβολιῶνος δεκάτηι [— 2-3 —τέρα]-
ι· ἐνάτηι καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκλησία ἐν Διονύσου· [v τῶν προέ]-
5 δρων ἐπεψήφιζεν v Χαρίας Ἡνιόχου Πήληξ v καὶ συμπρόεδροι· v[v ἔδοξεν]
τῶι δήμωι· 〚․〛 Νεοπτόλεμος Φιλέου Δειραδιώτης εἶπεν· περὶ ὧν ἀ̣[παγγέλλ]-
ει ὁ ἀγωνοθέτης ὑπὲρ τῶν θυσιῶν, ἃς ἔθυσεν τῶι τε Διονύσωι κ[αὶ τοῖς ἄλ]-
λοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθῆι τύχηι, δεδόχθαι τῶι δήμω[ι· v τὰ μὲν ἀ]-
γαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς, οἷς ἔθυεν ἐφ’ ὑγιε[ίαι καὶ σω]-
10 τηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ παίδων κ[αὶ γυναικῶ]-
ν 〚[καὶ τοῦ βασιλέως Ἀντιγόνου καὶ τῆς βασιλίσσης Φίλας καὶ τῶν ἐκγόν]〛-
[ων αὐτῶν]〛· v ἐπειδὴ δὲ ὁ ἀγωνοθέτης περὶ πλείστου ποιούμεν[ός τε τὴν πρ]-
ὸς τοὺς θεοὺς εὐσέ̣βειαν καὶ ἀποδεικνύμενος [τ]ὴν εὔνοιαν [καὶ φιλοτι]-
μίαν, ἣν ἔχει πρὸς τὸν δῆμον τὸν Ἀθηναίων, τάς τε θυσίας πάσ̣[ας ἔθυσεν τ]-
15 ὰς πατρίους ἐν τοῖς καθήκουσιν χρόνοις καλῶς καὶ εὐσεβῶ[ς, ἐπετέλεσε]-
ν δὲ καὶ τοὺς προαγῶνας τοὺς ἐν τοῖς ἱεροῖς κατὰ τὰ πάτρια· [v ἐπεμελήθ]-
η δὲ καὶ τῶν ἀγώνων τῶν τε Διονυσιακῶν καὶ τῶν ἄλλων καλῶς [καὶ φιλοτί]-
[μ]ως· v ἐπαινέσαι τὸν ἀγωνοθέτην v Ἀγαθαῖον Αὐτοκλέους Π[ροσπάλτιον]
εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς [εἰς τὴν βουλ]-
20 ὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· v εἶναι δὲ αὐτῶι δ̣όντι τὰς [εὐθύνας τῆς ἐ]-
πιμελείας κατὰ τὸν νόμον εὑρέσθαι παρὰ τοῦ δήμου ἀγαθ[όν, ὅτου ἂν δοκ]-
ε ἄξιος εἶναι· v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρ[αμματέα τὸν κατὰ]
πρυτανείαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι [τεμένει τοῦ Διονύσο]-
υ· εἰς δὲ τὴν ποίησιν καὶ τὴν ἀνάθεσιν τῆς στή[λης μερίσαι τὸν ἐπὶ τῆι δ]-
25 ιοικ[ή]σει τὸ γενόμενον ἀνάλωμα.
                                           vacat 0,012
II.26 ἐπὶ Θερσιλόχου ἄρχοντος, ἐπὶ τῆς 〚Ἀ̣ν[τ]ι[γ]ο̣[νίδος〛 ἐνάτης πρυτανείας, ἧι Δ]-
ιόδοτος Διογνήτου ΦρεάρριοςVI ἐγραμμ[άτευεν· Ἐλαφηβολιῶνος δεκάτηι]
ὑστέραι· τετάρτηι καὶ εἰκοστῆι τ[ῆς πρυτανείας· ἐκκλησία ἐν Διονύσου]·
τῶν προέδρων ἐπεψήφιζεν v Χα̣[․․․․9․․․․ου Ὀῆθεν καὶ συμπρόεδροι· vvv]
30 ἔδοξεν τῶι δήμωι· v Διονύσι[ος ․․․․․․15․․․․․․․ εἶπεν· v ἐπειδὴ Ἀγαθαῖ]-
ος ες τε τὰς λοιπὰς ἐπιμ[ελείας, εἰς ὅσας ἡ βουλὴ ἢ ὁ δῆμος αὐτὸν ἐχειρ]-
οτόνησεν ἁπάσας ὑπα̣[κου․․․․․․․․․․23․․․․․․․․․․․ ἀξίως τῆς τοῦ δήμ]-
ου χειροτονίας [— — — — — — — — — — — — — — — — — — — — — — — — —]-
ος γινόμεν[ος — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
35 ἀγωνο[θέτη— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Ο[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help