Honorific decrees for the agonothetes Agathaios. Pedimental stele of white marble, broken at the bottom and on the right. Stoich. 56-57 (I), 57 (II).
[ ]
Attica — Athens — Theater of Dionysos — 252/1 and 251/0 BC — IG II² 780 w. Add. p. 667 — H. Kotsidu, Time kai Doxa (2000) 57, KNr. 13 [E 3] (I)
See also:
I.1 | Μοῦσ[αι]· |
ἐπὶ Καλλιμήδου ἄρχοντος, ἐπὶ τῆς Αἰαντίδος ἐνάτης πρυτανεία[ς, ἧι Καλ]- | |
λίας Καλλιάδου ΠλωθεὺςIV ἐγραμμάτευεν· Ἐλαφηβολιῶνος δεκάτηι [— 2-3 —τέρα]- | |
ι· ἐνάτηι καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκλησία ἐν Διονύσου· [v τῶν προέ]- | |
5 | δρων ἐπεψήφιζεν v Χαρίας Ἡνιόχου Πήληξ v καὶ συμπρόεδροι· v[v ἔδοξεν] |
τῶι δήμωι· 〚․〛 Νεοπτόλεμος Φιλέου Δειραδιώτης εἶπεν· περὶ ὧν ἀ̣[παγγέλλ]- | |
ει ὁ ἀγωνοθέτης ὑπὲρ τῶν θυσιῶν, ἃς ἔθυσεν τῶι τε Διονύσωι κ[αὶ τοῖς ἄλ]- | |
λοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθῆι τύχηι, δεδόχθαι τῶι δήμω[ι· v τὰ μὲν ἀ]- | |
γαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς, οἷς ἔθυεν ἐφ’ ὑγιε[ίαι καὶ σω]- | |
10 | τηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ παίδων κ[αὶ γυναικῶ]- |
ν 〚[καὶ τοῦ βασιλέως Ἀντιγόνου καὶ τῆς βασιλίσσης Φίλας καὶ τῶν ἐκγόν]〛- | |
〚[ων αὐτῶν]〛· v ἐπειδὴ δὲ ὁ ἀγωνοθέτης περὶ πλείστου ποιούμεν[ός τε τὴν πρ]- | |
ὸς τοὺς θεοὺς εὐσέ̣βειαν καὶ ἀποδεικνύμενος [τ]ὴν εὔνοιαν [καὶ φιλοτι]- | |
μίαν, ἣν ἔχει πρὸς τὸν δῆμον τὸν Ἀθηναίων, τάς τε θυσίας πάσ̣[ας ἔθυσεν τ]- | |
15 | ὰς πατρίους ἐν τοῖς καθήκουσιν χρόνοις καλῶς καὶ εὐσεβῶ[ς, ἐπετέλεσε]- |
ν δὲ καὶ τοὺς προαγῶνας τοὺς ἐν τοῖς ἱεροῖς κατὰ τὰ πάτρια· [v ἐπεμελήθ]- | |
η δὲ καὶ τῶν ἀγώνων τῶν τε Διονυσιακῶν καὶ τῶν ἄλλων καλῶς [καὶ φιλοτί]- | |
[μ]ως· v ἐπαινέσαι τὸν ἀγωνοθέτην v Ἀγαθαῖον Αὐτοκλέους Π[ροσπάλτιον] | |
εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς [εἰς τὴν βουλ]- | |
20 | ὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· v εἶναι δὲ αὐτῶι δ̣όντι τὰς [εὐθύνας τῆς ἐ]- |
πιμελείας κατὰ τὸν νόμον εὑρέσθαι παρὰ τοῦ δήμου ἀγαθ[όν, ὅτου ἂν δοκ]- | |
εῖ ἄξιος εἶναι· v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρ[αμματέα τὸν κατὰ] | |
πρυτανείαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι [τεμένει τοῦ Διονύσο]- | |
υ· εἰς δὲ τὴν ποίησιν καὶ τὴν ἀνάθεσιν τῆς στή[λης μερίσαι τὸν ἐπὶ τῆι δ]- | |
25 | ιοικ[ή]σει τὸ γενόμενον ἀνάλωμα. |
vacat 0,012 | |
II.26 | ἐπὶ Θερσιλόχου ἄρχοντος, ἐπὶ τῆς 〚Ἀ̣ν[τ]ι[γ]ο̣[νίδος〛 ἐνάτης πρυτανείας, ἧι Δ]- |
ιόδοτος Διογνήτου ΦρεάρριοςVI ἐγραμμ[άτευεν· Ἐλαφηβολιῶνος δεκάτηι] | |
ὑστέραι· τετάρτηι καὶ εἰκοστῆι τ[ῆς πρυτανείας· ἐκκλησία ἐν Διονύσου]· | |
τῶν προέδρων ἐπεψήφιζεν v Χα̣[․․․․9․․․․ου Ὀῆθεν καὶ συμπρόεδροι· vvv] | |
30 | ἔδοξεν τῶι δήμωι· v Διονύσι[ος ․․․․․․15․․․․․․․ εἶπεν· v ἐπειδὴ Ἀγαθαῖ]- |
ος εἴς τε τὰς λοιπὰς ἐπιμ[ελείας, εἰς ὅσας ἡ βουλὴ ἢ ὁ δῆμος αὐτὸν ἐχειρ]- | |
οτόνησεν ἁπάσας ὑπα̣[κου․․․․․․․․․․23․․․․․․․․․․․ ἀξίως τῆς τοῦ δήμ]- | |
ου χειροτονίας [— — — — — — — — — — — — — — — — — — — — —]- | |
ος γινόμεν[ος — — — — — — — — — — — — — — — — — — — — — —] | |
35 | ἀγωνο[θέτη— — — — — — — — — — — — — — — — — — — — — — —] |
Ο[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |