IG II² 1263
[ ] Att. — stoich. 28 — 300/299
See also:
1 [ἐ]πὶ Ἡγεμάχου ἄρχοντος, μηνὸς Πυαν-
οψιῶνος πέμπτει ἱσταμένου· ἀγορὰ
κυρία τῶν θιασωτῶν· ἔδοξεν τοῖς θι-
ασώταις· Κλέων Λεωκράτου Σαλαμίν-
5 ιο̣ς εἶπεν· ἐπειδὴ Δημήτριος γραμμ-
ατεὺς αἱρεθεὶς ὑπὸ  τῶν θιασωτῶν ἐ-
πὶ Κλεάρχου ἄρχοντος καλῶς καὶ δι-
καίως ἐπεμε̣λήθη τῶν κοινῶν πάντω-
ν καὶ τοὺς λογισμοὺς ἀπέδωκεν ὀρθ-
10 [ῶ]ς καὶ δικαίως καὶ εὐθύνας ἔδωκεν
ὧν τε αὐτὸς ἐκυρίευσεν καὶ 〚τ〛 ἃ πρὸς
τοὺς ἄλλους ἐξελογίσατο ὅσοι τι τ-
ῶν κοινῶν διεχείρισαν, καὶ νῦν δια-
τελεῖ τὰ συνφέροντα πράττων καὶ λ-
15 έγων ὑπὲρ τῶν θιασωτῶν καὶ κοινῆι
καὶ ἰδίαι ὑπὲρ ἑκάστου, καὶ ψηφισα-
μένων τῶν θιασωτῶν μισθὸν αὐτῶι δ-
ίδοσθαι ἐκ τοῦ κοινοῦ καὶ τοῦτον ἐ-
πέδωκε τοῖς θιασώταις, ἀγαθῆι τύχ-
20 ηι δεδόχθαι τοῖς θιασώταις, ἐπαιν-
έσαι Δημήτριον Σωσάνδρου Ὀλύνθι-
ον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ἧ-
ς ἔχων διατελεῖ πρὸς τὸ κοινὸν τῶν
θιασωτῶν καὶ στεφανῶσαι αὐτὸν ἀν-
25 αθήματι ἀπὸ ∶𐅄∶ δραχμῶν· τὸ δὲ ἀνάθ-
ημα ἀναθεῖναι ἐν τῶι ἱερῶι οὗ ἂν βο-
ύληται αἰτήσας τοὺς θιασώτας, ὅπω-
ς ἂν καὶ οἱ ἄλλοι φιλοτιμῶνται εἰς
τοὺς θιασώτας, εἰδότες ὅτι χάριτα-
30 ς ἀπολήψονται παρὰ τῶν θιασωτῶν ἀ-
ξίας τῶν εὐεργετημάτων· τὸν δὲ ταμ-
ίαν τὸν ἐπὶ Ἡγεμάχου ἄρχοντος δοῦ-
ναι τὸ ἀργύριον εἰς τὸ ἀνάθημα καὶ
ἐπιμεληθῆναι τοῦ ἀναθήματος ὅπω-
35 ς ἂν τὴν ταχίστην συντελεσθεῖ· στε-
φανῶσαι δὲ αὐτὸν καὶ θαλλοῦ στεφά-
νωι ἤδη, ἀναγορεύειν δὲ τόνδε τὸν σ-
τέφανον τοὺς ἱεροποι̣οὺς τοὺς ἀεὶ
λανχάνοντας ἱεροποεῖν μετὰ τὰς σ-
40 πονδάς, ὅτι στεφανοῖ τὸ κοινὸν τῶι-
δε τῶι στεφάνωι Δημήτριον ἀρετῆς
ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελε-
ῖ εἰς τοὺς θιασώτας· ἐὰν δὲ μὴ ἀναγο-
ρεύσωσι, ἀποτινέτωσαν τῶι κοινῶι
45 𐅄∶ δραχμάς. ἀναγράψαι δὲ τόδε τὸ ψή-
φισμα πρὸς τῶι ἀναθήματι.
46a             in corona:
47            οἱ θιασῶται
           Δημήτριον
          Ὀλύνθιον.
Search Help
Contact Us