Honorific decrees for Phaidros. Pillar of blue marble, broken at the top. Non-stoich.
[ ]
Attica — Athens — Tower of the Winds, E. of — 259/8 BC? — IG II² 682 w. Add. p. 664 — W. Ameling et al., Schenkungen I (1995) 34, KNr. 15 [E]
See also:
I | [— — — — — — — — — — — — — — — — — — —] |
[— c.7 —]Ι̣․ΑΝ[— 3-4 —]Ο̣Ι̣[— — — — — — — — —] | |
[— — ἐ]πολιόρκησεν τῆς Ε․[— — — — — — — — —] | |
[․․]εν, ὅσα ἦν ἐν τεῖ τῶν ἐναντίων συμμαχία[ι· Θυμο]- | |
[χά]ρη[ς] δὲ ὁ ὑὸς ὁ τούτου, πατὴρ δὲ Φαίδρου, χει[ροτονη]- | |
5 | θεὶς στρατηγὸς ὑπὸ τοῦ δήμου ἐπὶ τὸ ναυτικ[ὸν ἔπλε]- |
υσεν ἐπὶ τῶν νεῶν, ἃς ὁ δῆμος 〚— — — c.19 — — —〛 | |
συνέπεμπεν εἰς τὴν Ἀσίαν, v καὶ συνδιεπολέμησ[εν τ]- | |
ὸν πόλεμον τὸν ἐν Κύπρωι καὶ ἔλαβεν Ἅγνωνα τὸν Τ[ήϊο]- | |
ν καὶ τὰς ναῦς τὰς μετ’ αὐτοῦ· καὶ ἐπὶ Πραξιβούλου ἄρχον[τ]- | |
10 | ος Γλαυκέτου καθειληφότος Κύθνον καὶ καταγαγόντ- |
ος ἐντεῦθεν τὰ πλοῖα τήν τε πόλιν ἔλαβεν καὶ αὐτὸν | |
Γλαυκέτην καὶ τὰ πλοῖα τὰ μετ’ αὐτοῦ καὶ παρεσκεύ- | |
ασεν ἀσφάλειαν τοῖς πλέουσι τὴν θάλατταν· v Κασ- | |
σάνδρου δὲ πολιορκοῦντος Ὠρεὸν ἀποσταλεὶς στ- | |
15 | ρατηγὸς ἐπὶ τῶν νεῶν τῶν τῆς πόλεως τοὺς πολίτας |
τοὺς πλέοντας ἐν ταῖς ναυσὶν παρειτήσατο, ὥστε τ- | |
ῶν συμμάχων μόνους Ἀθηναίους ἀλειτουργήτους | |
εἶναι τῶν ἔργων τῶν πρὸς τὴν πολιορκίαν· v καὶ αὐ- | |
τὸς δὲ Φαῖδρος τὴν αὐτὴν αἵρεσιν ἔχων τοῖς προγό- | |
20 | {γο}νοις {²⁶προγόνοις}²⁶ διατετέλεκεν ἑαυτὸν ἄξιον παρασκευάζω- |
ν τῆς πρὸς τὸν δῆμον εὐνοίας· v καὶ ἐπὶ Νικίου μὲν ἄρ- | |
χοντος στρατηγὸς ὑπὸ τοῦ δήμου χειροτονηθεὶς ἐπὶ | |
τὴν παρασκευὴν δὶς πάντων, ὧμ προσῆκεν ἐπεμελήθ- | |
η καλῶς καὶ φιλοτίμως· v καὶ ἐπὶ τὴν χώραν χειροτονη- | |
25 | θεὶς πλεονάκις καὶ ἐπὶ τοὺς ξένους γενόμενος τρὶς |
τὴν πᾶσαν ἐποήσατο σπουδήν, ὅπως ἂν οἱ στρατιῶται | |
ὡς ἄριστα κατασκευασ{α}μένοι {²⁶κατασκευασμένοι}²⁶ παρέχωνται τὰς χρε- | |
ίας τῶι δήμωι· v πρεσβεύσας δὲ πρὸς τὸν βασιλέα τὸν | |
πρεσβύτερον Πτολεμαῖον ἐκόμισεν τῶι δήμωι σῖτον | |
30 | καὶ χρήματα· χειροτονηθεὶς δὲ ὑπὸ τοῦ δήμου ἐπὶ τὰ |
ὅπλα στρατηγὸς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Κίμωνος ἄρχοντ- | |
ος διετέλεσεν ἀγωνιζόμενος ὑπὲρ τῆς κοινῆς σωτηρί- | |
ας, καὶ περιστάντων τεῖ πόλει καιρῶν δυσκόλων διεφύ- | |
λαξεν τὴν εἰρήνην τῆι χώραι ἀποφαινόμενος ἀεὶ τὰ κράτ- | |
35 | ιστα, καὶ τὸν σῖτον ἐκ τῆς χώρας καὶ τοὺς ἄλλους καρποὺς |
αἴτιος ἐγένετο εἰσκομισθῆναι, συμβουλεύσας τῶι δήμω- | |
ι συντελέσαι 〚— — — — — — — — — — — — — — —〛 | |
〚․․․〛, καὶ τὴν πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην αὐ- | |
τόνομον παρέδωκεν καὶ τοὺς νόμους κυρίους τοῖς μεθ’ | |
40 | ἑαυτόν· v 〚— — — — — — — — — — — — — — — —〛 |
〚— — — — — —〛 v διετέλεσε καὶ λέγων καὶ πράττων ἀγαθ- | |
ὸν ὅ τι ἠδύνατο ὑπὲρ τοῦ δήμου 〚— — — — — — — — —〛 | |
〚— — — — — — — — — — — — — — — — — — — — —〛 | |
〚․․․․․․〛 v χειροτονηθεὶς ἐπὶ τὰ ὅπλα πρῶτος ὑπὸ τοῦ δήμου | |
45 | στρατηγὸς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Ξενοφῶντος ἄρχοντος |
διετέλεσε πάντα πράττων ἀκολούθως τοῖς τε νόμοις κα- | |
ὶ τοῖς τῆς βουλῆς καὶ τοῦ δήμου ψηφίσμασιν· v 〚— — —〛 | |
〚— — — — — — — — — — — — — — — — — — — —〛 | |
〚— — — — — — — — — — — — — — — — — — — —〛 | |
50 | 〚— — — — — — — — — — — — — — — — — — — —〛 |
〚— — — — — — — — — — — — — — — — — — — —〛 | |
〚— — — — — — — — — — — — — — — — — — — —〛 | |
καὶ ἀγωνοθ<έ>της χειροτονηθεὶς ὑπὸ τοῦ δήμου ἐπὶ Νικίο- | |
υ ἄρχοντος ἐπεμελήθη τῶν τε θυσιῶν, ὅπως ἂν συντελεσ- | |
55 | [θῶσ]ι πᾶσαι κατὰ τὰ πάτρια καὶ οἱ ἀγῶνες ὡς κάλλιστοι |
[γέν]ωνται καὶ ἄξιοι τῆς τοῦ δήμου φιλοτιμίας, καὶ ὕστ- | |
[ερον] τοῦ ὑοῦ Θυμοχάρου ἀγωνοθέτου χειροτονηθέντος | |
[εἰς τὸ]ν ἐνιαυτὸν τὸν ἐπ’ Εὐβούλου ἄρχοντος συνεπεμε- | |
λήθη καὶ τούτων πάντων, φανερὰν ἀποδεικνύμενος | |
60 | ἐμ πᾶσιν, ἣν ἔχει πρὸς τὸν δῆμον εὔνοιαν· vv καὶ τὰς ἄλ- |
λας δὲ πάσας λειτουργίας λελειτούργηκεν φιλοτίμ- | |
ως, καὶ ὅσαι ἐπιδόσεις γεγόνασιν ἐν τῶι δήμωι πα- | |
σῶν μετέσχηκεν, v καὶ ἐπὶ πᾶσιν τούτοις ἐστεφά- | |
νωται ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου· vv ὅπως ἂ- | |
65 | ν οὖν φαίνηται καὶ ὁ δῆμος τιμῶν τοὺς ἀγαθοὺς |
ἄνδρας καὶ ἀξίους μνήμης, vv ἀγαθεῖ τύχει, δεδό- | |
χθαι τεῖ βουλεῖ· v τοὺς προέδρους, οἵτινες ἂν λά- | |
χωσιν προεδρεύειν ἐν τῶι δήμωι, ὅταν αἱ ἡμέραι | |
αἱ ἐκ τοῦ νόμου ἐξήκωσιν, χρηματίσαι περὶ τού- | |
70 | των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν |
δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ vv ἐπαινέσαι Φαῖδρο- | |
ν Θυμοχάρου Σφήττιον v καὶ στεφανῶσαι αὐτὸν | |
χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκ- | |
α καὶ εὐνοίας, ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τ- | |
75 | ὸν Ἀθηναίων, v καὶ ἀναγορεῦσαι τὸν στέφανον Δι- |
ονυσίων τῶν μεγάλων τραγωιδῶν τῶι ἀγῶνι τῶι | |
καινῶι v καὶ Παναθηναίων τῶν μεγάλων τῶι γυ- | |
μνικῶι ἀγῶνι· v τῆς δὲ ποήσεως τοῦ στεφάνου vv | |
καὶ τῆς ἀναγορεύσεως ἐπιμεληθῆναι τὸν ἐπὶ | |
80 | τεῖ διοικήσει. v στῆσαι δὲ αὐτοῦ τὸν δῆμον καὶ |
εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ εἶναι αὐτῶι σίτ- | |
ησιν ἐμ πρυτανείωι καὶ ἐκγόνων τῶι πρεσβυτ- | |
άτωι ἀεὶ καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, v | |
οἷς ἡ πόλις τίθησιν· χειροτονῆσαι δὲ τὸν δῆ- | |
85 | μον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων, ο<ἵ>τινες |
ἐπιμελήσονται τῆς τε ποήσεως τῆς εἰκόνος | |
καὶ τῆς ἀναθέσεως· ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
σμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν σ- | |
[τ]ήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα· v | |
90 | εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τ- |
ὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα. | |
II.92 | Λύανδρος Λυσιάδου Ἀναφλύστιος εἶπεν· ἀγα- |
[θ]εῖ τύχει, δεδόχθαι τῶι δήμωι· v τὰ μὲν ἄλλα | |
[πά]ντα πράττειν περὶ τῆς δωρεᾶς, ἧς εἴτηκεν | |
95 | Φαῖδρος κατὰ τὸ πρότερον ψήφισμα, ὃ Λύανδρο- |
ς εἶπεν· τοὺς δὲ θεσμοθέτας εἰσαγαγεῖν αὐτ- | |
ῶι τὴν δοκιμασίαν τῆς δωρεᾶς εἰς τὸ δικαστ- | |
ήριον κατὰ τὸν νόμον. vv ἐπὶ τὴν ἀνάθεσιν τῆ- | |
ς εἰκόνος οἵδε κεχειροτόνηνται· v Θυμοχάρ- | |
100 | ης Σφήττιος, v Μένων Ἀχαρνεύς, vv Στράτων |
Σφήττιος. | |
{²in corona:}² | |
102 | ἡ βουλή, |
ὁ δῆμος. |