Honorific decrees for Phaidros.  Pillar of blue marble, broken at the top. Non-stoich.
[ ] Attica — Athens — Tower of the Winds, E. of — 259/8 BC? — IG II² 682 w. Add. p. 664 — W. Ameling et al., Schenkungen I (1995) 34, KNr. 15 [E]
See also:
I [— — — — — — — — — — — — — — — — — — —]
[— c.7 —]Ι̣․ΑΝ[— 3-4 —]Ο̣Ι̣[— — — — — — — — —]
[— — ἐ]πολιόρκησεν τῆς Ε․[— — — — — — — — —]
[․․]εν, ὅσα ἦν ἐν τεῖ τῶν ἐναντίων συμμαχία[ι· Θυμο]-
[χά]ρη[ς] δὲ ὁ ὑὸς ὁ τούτου, πατὴρ δὲ Φαίδρου, χει[ροτονη]-
5 θεὶς στρατηγὸς ὑπὸ τοῦ δήμου ἐπὶ τὸ ναυτικ[ὸν ἔπλε]-
υσεν ἐπὶ τῶν νεῶν, ἃς ὁ δῆμος 〚— — — c.19 — — —〛
συνέπεμπεν εἰς τὴν Ἀσίαν, v καὶ συνδιεπολέμησ[εν τ]-
ὸν πόλεμον τὸν ἐν Κύπρωι καὶ ἔλαβεν Ἅγνωνα τὸν Τ[ήϊο]-
ν καὶ τὰς ναῦς τὰς μετ’ αὐτοῦ· καὶ ἐπὶ Πραξιβούλου ἄρχον[τ]-
10 ος Γλαυκέτου καθειληφότος Κύθνον καὶ καταγαγόντ-
ος ἐντεῦθεν τὰ πλοῖα τήν τε πόλιν ἔλαβεν καὶ αὐτὸν
Γλαυκέτην καὶ τὰ πλοῖα τὰ μετ’ αὐτοῦ καὶ παρεσκεύ-
ασεν ἀσφάλειαν τοῖς πλέουσι τὴν θάλατταν· v Κασ-
σάνδρου δὲ πολιορκοῦντος Ὠρεὸν ἀποσταλεὶς στ-
15 ρατηγὸς ἐπὶ τῶν νεῶν τῶν τῆς πόλεως τοὺς πολίτας
τοὺς πλέοντας ἐν ταῖς ναυσὶν παρειτήσατο, ὥστε τ-
ῶν συμμάχων μόνους Ἀθηναίους ἀλειτουργήτους
εἶναι τῶν ἔργων τῶν πρὸς τὴν πολιορκίαν· v καὶ αὐ-
τὸς δὲ Φαῖδρος τὴν αὐτὴν αἵρεσιν ἔχων τοῖς προγό-
20 {γο}νοις {²⁶προγόνοις}²⁶ διατετέλεκεν ἑαυτὸν ἄξιον παρασκευάζω-
ν τῆς πρὸς τὸν δῆμον εὐνοίας· v καὶ ἐπὶ Νικίου μὲν ἄρ-
χοντος στρατηγὸς ὑπὸ τοῦ δήμου χειροτονηθεὶς ἐπὶ
τὴν παρασκευὴν δὶς πάντων, ὧμ προσῆκεν ἐπεμελήθ-
η καλῶς καὶ φιλοτίμως· v καὶ ἐπὶ τὴν χώραν χειροτονη-
25 θεὶς πλεονάκις καὶ ἐπὶ τοὺς ξένους γενόμενος τρὶς
τὴν πᾶσαν ἐποήσατο σπουδήν, ὅπως ἂν οἱ στρατιῶται
ὡς ἄριστα κατασκευασ{α}μένοι {²⁶κατασκευασμένοι}²⁶ παρέχωνται τὰς χρε-
ίας τῶι δήμωι· v πρεσβεύσας δὲ πρὸς τὸν βασιλέα τὸν
πρεσβύτερον Πτολεμαῖον ἐκόμισεν τῶι δήμωι σῖτον
30 καὶ χρήματα· χειροτονηθεὶς δὲ ὑπὸ τοῦ δήμου ἐπὶ τὰ
ὅπλα στρατηγὸς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Κίμωνος ἄρχοντ-
ος διετέλεσεν ἀγωνιζόμενος ὑπὲρ τῆς κοινῆς σωτηρί-
ας, καὶ περιστάντων τεῖ πόλει καιρῶν δυσκόλων διεφύ-
λαξεν τὴν εἰρήνην τῆι χώραι ἀποφαινόμενος ἀεὶ τὰ κράτ-
35 ιστα, καὶ τὸν σῖτον ἐκ τῆς χώρας καὶ τοὺς ἄλλους καρποὺς
αἴτιος ἐγένετο εἰσκομισθῆναι, συμβουλεύσας τῶι δήμω-
ι συντελέσαι 〚— — — — — — — — — — — — — — —〛
〚․․․〛, καὶ τὴν πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην αὐ-
τόνομον παρέδωκεν καὶ τοὺς νόμους κυρίους τοῖς μεθ’
40 ἑαυτόν· v 〚— — — — — — — — — — — — — — — —〛
〚— — — — — —〛 v διετέλεσε καὶ λέγων καὶ πράττων ἀγαθ-
ὸν ὅ τι ἠδύνατο ὑπὲρ τοῦ δήμου 〚— — — — — — — — —〛
〚— — — — — — — — — — — — — — — — — — — — —〛
〚․․․․․․〛 v χειροτονηθεὶς ἐπὶ τὰ ὅπλα πρῶτος ὑπὸ τοῦ δήμου
45 στρατηγὸς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Ξενοφῶντος ἄρχοντος
διετέλεσε πάντα πράττων ἀκολούθως τοῖς τε νόμοις κα-
ὶ τοῖς τῆς βουλῆς καὶ τοῦ δήμου ψηφίσμασιν· v 〚— — —〛
〚— — — — — — — — — — — — — — — — — — — —〛
〚— — — — — — — — — — — — — — — — — — — —〛
50 〚— — — — — — — — — — — — — — — — — — — —〛
〚— — — — — — — — — — — — — — — — — — — —〛
〚— — — — — — — — — — — — — — — — — — — —〛
καὶ ἀγωνοθ<έ>της χειροτονηθεὶς ὑπὸ τοῦ δήμου ἐπὶ Νικίο-
υ ἄρχοντος ἐπεμελήθη τῶν τε θυσιῶν, ὅπως ἂν συντελεσ-
55 [θῶσ]ι πᾶσαι κατὰ τὰ πάτρια καὶ οἱ ἀγῶνες ὡς κάλλιστοι
[γέν]ωνται καὶ ἄξιοι τῆς τοῦ δήμου φιλοτιμίας, καὶ ὕστ-
[ερον] τοῦ ὑοῦ Θυμοχάρου ἀγωνοθέτου χειροτονηθέντος
[εἰς τὸ]ν ἐνιαυτὸν τὸν ἐπ’ Εὐβούλου ἄρχοντος συνεπεμε-
λήθη καὶ τούτων πάντων, φανερὰν ἀποδεικνύμενος
60 ἐμ πᾶσιν, ἣν ἔχει πρὸς τὸν δῆμον εὔνοιαν· vv καὶ τὰς ἄλ-
λας δὲ πάσας λειτουργίας λελειτούργηκεν φιλοτίμ-
ως, καὶ ὅσαι ἐπιδόσεις γεγόνασιν ἐν τῶι δήμωι πα-
σῶν μετέσχηκεν, v καὶ ἐπὶ πᾶσιν τούτοις ἐστεφά-
νωται ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου· vv ὅπως ἂ-
65 ν οὖν φαίνηται καὶ ὁ δῆμος τιμῶν τοὺς ἀγαθοὺς
ἄνδρας καὶ ἀξίους μνήμης, vv ἀγαθεῖ τύχει, δεδό-
χθαι τεῖ βουλεῖ· v τοὺς προέδρους, οἵτινες ἂν λά-
χωσιν προεδρεύειν ἐν τῶι δήμωι, ὅταν αἱ ἡμέραι
αἱ ἐκ τοῦ νόμου ἐξήκωσιν, χρηματίσαι περὶ τού-
70 των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν
δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ vv ἐπαινέσαι Φαῖδρο-
ν Θυμοχάρου Σφήττιον v καὶ στεφανῶσαι αὐτὸν
χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκ-
α καὶ εὐνοίας, ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τ-
75 ὸν Ἀθηναίων, v καὶ ἀναγορεῦσαι τὸν στέφανον Δι-
ονυσίων τῶν μεγάλων τραγωιδῶν τῶι ἀγῶνι τῶι
καινῶι v καὶ Παναθηναίων τῶν μεγάλων τῶι γυ-
μνικῶι ἀγῶνι· v τῆς δὲ ποήσεως τοῦ στεφάνου vv
καὶ τῆς ἀναγορεύσεως ἐπιμεληθῆναι τὸν ἐπὶ
80 τεῖ διοικήσει. v στῆσαι δὲ αὐτοῦ τὸν δῆμον καὶ
εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ εἶναι αὐτῶι σίτ-
ησιν ἐμ πρυτανείωι καὶ ἐκγόνων τῶι πρεσβυτ-
άτωι ἀεὶ καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, v
οἷς ἡ πόλις τίθησιν· χειροτονῆσαι δὲ τὸν δῆ-
85 μον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων, ο<ἵ>τινες
ἐπιμελήσονται τῆς τε ποήσεως τῆς εἰκόνος
καὶ τῆς ἀναθέσεως· ἀναγράψαι δὲ τόδε τὸ ψήφι-
σμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν σ-
[τ]ήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα· v
90 εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τ-
ὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα.
II.92 Λύανδρος Λυσιάδου Ἀναφλύστιος εἶπεν· ἀγα-
[θ]εῖ τύχει, δεδόχθαι τῶι δήμωι· v τὰ μὲν ἄλλα
[πά]ντα πράττειν περὶ τῆς δωρεᾶς, ἧς εἴτηκεν
95 Φαῖδρος κατὰ τὸ πρότερον ψήφισμα, ὃ Λύανδρο-
ς εἶπεν· τοὺς δὲ θεσμοθέτας εἰσαγαγεῖν αὐτ-
ῶι τὴν δοκιμασίαν τῆς δωρεᾶς εἰς τὸ δικαστ-
ήριον κατὰ τὸν νόμον. vv ἐπὶ τὴν ἀνάθεσιν τῆ-
ς εἰκόνος οἵδε κεχειροτόνηνται· v Θυμοχάρ-
100 ης Σφήττιος, v Μένων Ἀχαρνεύς, vv Στράτων
Σφήττιος.
                                {²in corona:
102                                ἡ βουλή,
                               ὁ δῆμος.
Search Help
Contact Us