Citizenship decree for Python. Fragment of a stele of blue marble, preserved at the back. Stoich. 37.
[ ]
Attica — Athens — Akropolis — 286-262 BC — IG II² 712 — M.J. Osborne, Naturalization I (1981) 170, D79
See also:
[— — — — — — — — — — — — — — — — — — —] | |
[․4․․]․[— — — — — — — — — — — — — — — —] | |
[․4․․]ΝΣΥ․[— — — — — — — — — — — κατὰ τὴ]- | |
[ν αὐ]τοῦ δύνα̣μι[ν· ὅπως ἂν οὖν ἐφάμιλλον ἦι πᾶσι]- | |
[ν χρ]ησίμους ἑαυτ[οὺς παρασκευάζειν εἰδόσιν], | |
5 | [ὅτ]ι τιμηθήσονται ὑπὸ τ[οῦ δήμου, vvv ἀγαθεῖ τύ]- |
[χε]ι, δεδόχθαι τεῖ βουλεῖ· [τ]οὺς π̣[ροέδρους οἳ ἂν] | |
[λ]άχωσιν π̣ροεδρεύειν εἰς τὴν πρώτ[ην ἐκκλησί]- | |
[α]ν χρηματίσαι περὶ τούτων, γνώμην δὲ [ξυμβάλλ]- | |
[ε]σθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δο[κεῖ τεῖ β]- | |
10 | [ο]υλεῖ ἐπαινέσαι μὲν Πύθωνα Δημέου [․․․8․․․․] |
[κ]αὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφά[νωι κατὰ τ]- | |
[ὸ]ν νόμον εὐνοίας ἕνεκα καὶ φιλοτι[μίας τῆς πρ]- | |
[ὸς τὴ]ν β̣[ο]υλὴν καὶ τὸν δῆμον· εἶναι [δὲ Ἀθηναῖον] | |
[αὐτὸν καὶ τ]οὺς ἐγγόνους αὐτοῦ κ[αὶ εἶναι αὐτῶ]- | |
15 | [ι γράψασθαι] φ̣[υ]λῆς καὶ δήμου καὶ [φρατρίας, ἧς ἂ]- |
[ν βούληται· v ἀνα]γράψαι δὲ τόδε [τὸ ψήφισμα τὸν] | |
[γραμματέα τοῦ δ]ήμου ἐν στήλ[ει λιθίνει καὶ στ]- | |
[ῆσαι ἐν ἀκροπόλ]ε̣ι· εἰς δὲ [τὴν ἀναγραφὴν τῆς στ]- | |
[ήλης μερίσαι τοὺς ἐ]πὶ [τῆι διοικήσει τὸ γενόμ]- | |
20 | [ενον ἀνάλωμα — — — — — — — — — — — —] |