Honorific decree for the archon Nikias and other magistrates.  Stele of gray marble, broken at the top. Non-stoich. 30-34.
[ ] Attica — Athens — Theater of Dionysos — 266/5 BC? — IG II² 668 w. Add. p. 663 — Syll.³ 388
See also:
[— — — — — — — — — — — — — — — — — —]
ΕΝ[․․][— — — — — — — — — — — — — — κα]-
ὶ συμπρόε[δροι, ἔδοξεν τῶι δήμωι· — — — — —]-
ας Αἰσχύλου Σ[— c.6-8 — εἶπεν· περὶ ὧν ἀπαγ]-
γέλλει ὁ ἄρχων [περὶ τῶν ἱερῶν, ὧν ἔθυεν τῶ]-
5 ι [Δ]ιονύσωι, τύχει ἀ[γαθεῖ, δεδόχθαι τῶι δή]-
μωι· τὰ μὲν ἀγαθὰ δέχεσθ[αι τὸν δῆμον, ἃ ἀπα]-
γγέλλει ὁ ἄρχων γεγονένα[ι ἐν τοῖς ἱεροῖ]-
ς, οἷς ἔθυεν ἐφ’ ὑγιείαι καὶ σωτη[ρίαι τῆς βο]-
υλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων κα[ὶ τῶν κ]-
10 αρπῶν τῶν ἐν τεῖ χώραι· ἐπειδὴ ὁ ἄρχων̣ [τά]-
ς τε ἄλλας θυσίας τέθυκεν, ὅσας αὐτῶι προσ-
ῆκεν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καλῶς κ-
αὶ εὐσεβῶς, ἐπιμεμέληται δὲ καὶ τῆς πομπῆ-
[ς] τῶι Δ[ι]ονύσωι μετὰ τῶν παρέδρων καὶ τῶν ἐ-
15 πιμελητῶν, διατελεῖ δὲ καὶ τῶν περὶ τὴν ἀρ-
χὴν ποιούμενος τὴν ἐπιμέλειαν κατὰ τοὺς
νόμους, ἐπαινέσαι τὸν ἄρχοντα Νικίαν Φίλ-
ωνος Ὀτρυνέα καὶ τοὺς παρέδρους αὐτοῦ vv
Ἀλκίμαχον Κλεοβούλου Μυρρινούσιον, v Ἀν-
20 τιφάνην Πολυκράτου Ὀτρυνέα εὐσεβείας ἕ-
νεκα καὶ φιλοτιμίας, ἣν ἔχοντες διατελοῦ-
σιν περὶ τὸν δῆμον τὸν Ἀθηναίων· v ἐπαινέσ-
αι δὲ καὶ τοὺς τῆς πομπῆς ἐπιμελητὰς v Ἴσα-
νδρον Ἐχεδήμου Κυδαθηναιέα, v Μνησίθεον
25 Ἐχεδήμου Κυδαθηναιέα, v Καλλίθεον Βουλά-
ρχου Φλυέ<α>, v Ἀντιφάτην Εὐθυκρίτου Ἀζηνιέα,
Κάλλαισχρον Διοτίμου Παλληνέα, v Ἀμεινοκ-
λῆν Ἀντιφάνου Κήττιον, v Ἱέρωνα Φειδύλλου
Αἰθαλίδην, v Κάλλιππον Ἱπποθέρσου Ἀχαρνέ-
30 α, v Πολύζηλον Εὐηνορίδου Ἁλαιέα, v Θεογένη-
ν Ποσειδωνίου Ἀμφιτροπῆθεν· v ἐπαινέσαι δ-
ὲ καὶ τὸν πατέρα τῆς κανηφόρου v Καλλιφῶντ-
α Καλλιφῶντος Ἀθμονέα· v ἀναγράψαι δὲ τόδε
τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε-
35 ίαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τεμ-
ένει τοῦ Διονύσου· εἰς δὲ τὴν ἀναγραφὴν καὶ
τὴμ ποίησιν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσε-
[ι] τὸ γενόμενον ἀνάλωμα.
Search Help