Honorific decree for Kallias.  Intact stele of white marble. Nearly stoich. 41-49.
[ ] Attica — Athens — Agora — 270/69 BC — T.L. Shear, Hesperia Suppl. 17 (1978) — SEG 28.60 — W. Ameling et al., Schenkungen I (1995) 40, KNr. 16 [E]
See also:
1                                      ὁ δῆμος
                                     Καλλίαν
                                   Θυμοχάρου
                                      Σφήττιον.
                                         vacat 0,105
5 ἐπὶ Σωσιστράτου ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδος ἕκκτης
πρυτανείας, εἷ Ἀθηνόδωρος Γοργίππου ἈχαρνεὺςVIII ἐγραμμ-
άτευεν· Ποσιδεῶνος ὀγδόει ἐπὶ δέκα· μιᾶι καὶ εἰκοστεῖ τ-
ῆς πρυτανείας· ἐκκλησί<⁶¹α κυρία· τῶν προέδρων ἐπεψήφιζε>⁶¹-
<⁶¹ν Ἐπιχάρης Φειδοστ>⁶¹ράτου Ἐρχιεὺς καὶ συμπρόεδροι·
10               ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Εὐχάρης Εὐάρχου Κονθυλῆθεν εἶπεν· ἐπειδὴ Κ̣αλλία[ς],
γενομένης τῆς ἐπαναστάσεως ὑπὸ τοῦ δήμου ἐπὶ το-
ὺς κατέχοντας τὴν πόλιν καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεως
στρατιώτας ἐγβαλόντος, τοῦ δὲ φρουρίου τοῦ ἐν τῶι
15 Μουσείωι ἔτι κατεχομένου καὶ τῆς χώρας ἐμ πολέμω-
ι οὔσης ὑπὸ τῶν ἐκ τοῦ Πειραέως καὶ Δημητρίου παρα-
γιγνομένου ἐκ Πελοποννήσου μετὰ τοῦ στρατοπέδο-
υ ἐπὶ τὸ ἄστυ, πυθόμενος Καλλίας τὸν κίνδυνον τὸν π-
ερὶ τὴν πόλιν καὶ ἐπιλεξάμενος τῶν στρατιωτῶν χι-
20 λίους τῶν μεθ’ αὑτοῦ τεταγμένων ἐν Ἄνδρωι καὶ ἀναδ-
οὺς ὀψώνια αὐτοῖς καὶ σιτομετρήσας παρεγένετο βο-
ηθῶν εὐθὺς εἰς τὸ ἄστυ τῶι δή<⁶¹μωι ἀκόλουθα πράττων τεῖ τοῦ>⁶¹
<⁶¹βασ>⁶¹ιλέως Πτολεμαίου πρὸς τὸν δῆμον εὐνοίαι, καὶ ἐξά-
GWN EI)S TH\N XW/RAN TOU\S STRATIW/TAS TOU\S MEQ' AU(TOU= PRO-
25 εκάθητο τῆς τοῦ σίτου συνκομιδῆς πᾶσαν ποιούμενος
σπουδήν, ὅπως ἂν εἰς τὴν πόλιν σῖτος ὡς πλεῖστος εἰσκ-
ομισθεῖ· καὶ ἐπειδὴ παραγενόμενος Δημήτριος καὶ πε-
ριστρατοπεδεύσας ἐπολιόρκει τὸ ἄστυ, ἀγωνιζόμενο-
ς ὑπὲρ τοῦ δήμου Καλλίας καὶ ἐπεξιὼν μετὰ τῶν στρατι-
30 ωτῶν τῶν μεθ’ αὑτοῦ καὶ τραυματίας γενόμενος κίνδυ-
νον οὐθένα ὑποστελλόμενος οὐδὲ ἐν ἑνὶ καιρῶι ἕνεκα
τῆς τοῦ δήμου σωτηρίας· καὶ τοῦ βασιλ{ιλ}έως {²⁶βασιλέως}²⁶ Πτολεμαί-
ου ἀποστείλαντος Σώστρατον τὰ συμφέροντα πράξοντ-
α τεῖ πόλει, καὶ Σωστράτου μεταπεμπομένου πρεσβεία-
35 ν πρὸς ἑαυτὸν εἰς Πειραιᾶ μεθ’ ἧς συνθήσει τὰ περὶ τὴν
εἰρήνην ὑπὲρ τῆς πόλεως πρὸς Δημήτριον, ὑπακούσας ε-
ἰς ταῦτα τοῖστρατηγοῖς καὶ τεῖ βουλεῖ Καλλίας καὶ π-
ρεσβεύων ὑπὲρ τοῦ δήμου καὶ [π]άντα πράττων τὰ συμφέρ-
οντα τεῖ πόλει, καὶ συμπαραμ[ε]ίνας ἐν τῶι ἄστει μετὰ τ-
40 ῶν στρατιωτῶν, ἕως ἡ εἰρήνη σ[υ]νετελέσθη, καὶ ἀναπλεύσ-
{σ}ας {²⁶ἀναπλεύσας}²⁶ πρὸς τὸν βασιλέα Πτολεμαῖον ταῖς πρεσβείαις τα-
ῖς ἀποστελλομέναις ὑπὸ τοῦ δήμου συναγωνιζόμενος
εἰς πάντα καὶ συνεργῶν εἰς τὰ συμφέροντα τεῖ πόλει· κ-
αὶ παραλαβόντος τὴν βασιλε[ί]αν Πτολεμαίου τοῦ νεωτ-
45 έρου βασιλέως ἐπιδημήσας ε[ἰ]<⁶¹ς τὸ ἄστυ>⁶¹ Καλλίας, καὶ τῶ-
ν στρατηγῶν καλεσάντων αὐτ[ὸ]ν καὶ ἐμφανι[ζ]όντων τὰ
κατὰ τὴν πόλιν ἐν οἷς ἦν καὶ παρακαλούντων αὐτὸν σπου-
δάσαι ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα Πτ[ο]λεμαῖον, ὅπ-
ως ἂν βοήθειά τις γένηται τὴν ταχ[ί]στην εἰς τὸ ἄστυ σίτ-
50 ωι καὶ χρήμασιν, <⁶¹καὶ ἀναπλεύσα[ς] αὐτὸς ἰδί<α>ι Καλλ>⁶¹ίας
εἰς Κύπρον καἐντυχὼν ἐκεῖ τῶ[ι] βασιλεῖ φιλοτίμως ὑ-
πὲρ τῆς πόλεως ἐκόμισεν τῶι δήμωι ἀργυρίου μὲν τάλαν-
τα πεντήκοντα, πυρῶν δὲ δισμυρίους μεδίμνους δωρεάν,
οἳ παρεμετρήθησαν ἐγ Δήλου τοῖς ἀποσταλεῖσιν ὑπὸ το-
55 ῦ δήμου· καὶ ὡς ὁ βασιλεὺς πρῶτον ἐπόει τὰ̣ Πτο[λ]εμαῖα τ[ὴ]-
ν θυσίαν καὶ τοὺς ἀγῶνας τῶι πατ[ρί], ψηφι[σ]α[μ][ν]ο[υ τοῦ δ]ή-
μου θεωρίαν πέμπειν καὶ ἀξιώσαν̣τ̣ος ὑπακο[ῦσαι Καλλί]-
αν ἀρχεθέωρον καὶ ἀγαγεῖν ὑπὲρ τ[ο]ῦ̣ δήμου [τ][ν] θ̣εω[ρίαν, ὑ]-
πακούσας εἰς ταῦτα φιλοτίμως Κ[αλ]λίας κα̣[ὶ τὰς ἐψηφισ]-
60 μένας αὑτῶι ὑπὸ τοῦ δήμου εἰς τὴν ἀρχεθεω[ρίαν τριάκον]-
τα μνᾶς ἀφεὶς καὶ ἐπιδοὺς τῶι δή[μ]ω[ι], αὐτὸ[ς τὴν μὲν θεωρία]-
ν ἀγαγὼν ἐκ τῶν ἰδίων καλῶς καὶ ἀ[ξίω]ς τοῦ δ̣ήμου [κ]α̣ὶ [τῆς θ]-
υσίας ἐπιμεληθεὶς ὑπὲρ τῆς πόλεω[ς] καὶ τῶν ἄλλων ἁπ̣[άντ]-
ων, ὧν προσῆκεν μετὰ τῶν θεωρῶν· κ[αὶ τ]οῦ δήμου τότε̣ [․․․το]-
65 ν τὰ Παναθήναια τεῖ Ἀρχηγέτιδ̣ι μέλλοντος πο[εῖν], ἀφ̣’ ο[ὗ τ]-
ὸ ἄστυ ἐκεκόμιστο, διαλεχθεὶς τῶι βασιλεῖ [Κ]αλ̣λ̣[ί]ας [ὑπὲ]-
ρ τῶν ὅπλων ὧν εἰς τὸν πέπλον ἔδει παρασκευά̣σα̣ι̣ [καὶ ἐπι]-
δόντος τεῖ πόλει τοῦ βασιλ{ι}έως {²⁶βασιλέως}²⁶ ἐ[σ]πούδ̣ασεν, ὅπ[ως ἂν ὡς]
βέλτιστα τεῖ θεῶι γένηται καὶ οἱ θ[ε]ωρ̣οὶ οἱ μεθ’ α̣[ὑ]τ̣[οῦ χε]-
70 ιροτονηθέντες εὐθὺς ἀποκομίζωσ[ιν ἐν]ταῦ[θα τὰ ὅπλα· καὶ]
νῦν ἐν Ἁλικαρνασσῶι καθ<ε>στηκὼς ὑ[π]ὸ τ[οῦ] β[α]σ[ι]λ[έως Πτολ]-
εμαίου Καλλίας διατελεῖ φιλοτιμούμενο[ς πρός τε τὰς π]-
ρεσβείας καὶ τὰς θεωρίας τὰς ὑπὸ το[ῦ] δήμ[ου ε][ς τὸν βασ]-
ιλέα Πτολεμαῖον ἀποστελλομένας, καὶ [ἰ]δί[αι] ἑκ̣[άστου τῶν]
75 πολιτῶν τῶν τε παραγιγνομένων πρὸς αὐτὸν [τὴν πᾶσαν ἐπ]-
ιμέλειαν ποιούμενος, καὶ τῶν στρατευ̣[ομέ]ν̣[ων καὶ τεταγ]-
μένων μεθ’ αὑτοῦ περὶ πλείστου ποιούμε[νος τὸ σύμφερον]
καὶ κοινεῖ τὸ τῆς πόλεως εὔσχημον· κ̣α̣ὶ τ[— — c.13 — — ἐ]-
ν τεῖ πατρίδι Καλλίας οὐδεπώποθ’ ὑ<π>ομείνας ΤΕ[․]Ε[․․․․ κ]-
80 αταλελυμένου τοῦ δήμου, ἀλλὰ καὶ τὴν οὐσίαν τὴν ἑ̣[αυτοῦ]
προέμενος δόσιν δοθῆναι ἐν τεῖ ὀλιγαρχίαι, ὥστε μ[ηδ]ὲν̣ [ὑ]-
πεναντίον πρᾶξαι μήτε τοῖς νόμοις μήτε τεῖ δημοκ̣[ρατί]-
α̣ι τεῖ ἐξ ἁπάντων Ἀθηναίων· ὅπως ἂν οὖν εἰδῶσι πάντες [οἱ βο]-
υλόμενοι φιλοτιμεῖσθαι πρὸς τὴν πόλιν, διότι ὁ δῆμος [ἀε]-
85 ὶ μέμνηται τῶν εὐεργετησάντων ἑαυτὸν καὶ χάριν ἑκάστο-
ις ἀποδίδωσιν, ἀγαθεῖ τύχει, δεδόχθαι τῆι βουλῆι· τοὺς π-
ροέδρους, οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τὴν ἐκ<κ>λη[σ]-
ίαν τὴν ἐκ τοῦ νόμου χ<ρ>ηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβ[ά]-
λλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐ̣[π]-
90 αινέσαι Καλλίαν Θυμοχάρου Σφήττιον ἀρετῆς ἕνεκα καὶ ε̣-
ὐνοίας, ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Ἀθηναίων, καὶ σ̣-
τεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον, καὶ ἀ-
νειπεῖν τὸν στέφανον Διονυσίων τῶν μεγάλων τραγωιδῶ[ν]
τῶι ἀγῶνι τῶι καινῶι· τῆς δὲ ποιήσεως τοῦ στεφάνου καὶ τῆ[ς]
95 ἀναγορεύσεως ἐ<⁶¹πιμελη>⁶¹θῆναι τοὺς ἐπὶ τεῖ διοικήσει· στῆσα[ι]
δὲ αὐτοῦ τὸν δῆμον καὶ εἰκόνα χαλ<κ>ῆν ἐν τῆι ἀγορᾶι· εἶναι δ̣-
ὲ καὶ προεδρίαν αὐτῶι ἐν ἅπασιν τοῖς ἀγῶσιν οἷς ἡ πόλις τ[ί]-
θησιν, καὶ τὸν ἀρχιτέκτονα τὸν ἐπὶ τὰ ἱερὰ χειρο<το>νούμεν[ο]-
ν κατ<α>νέμειν αὐτῶι τὴν προεδρίαν· χειροτονῆσαι δὲ τὸν δ̣[ῆ]-
100 μον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτινες ἐπιμ[ελ]-
ήσονται τῆς τε ποιήσεως τῆς εἰκόνος καὶ τῆς ἀναθέσεως· [ε]-
ἰσαγαγεῖν δὲ καὶ τοὺς θεσμοθέτας τὴν δοκιμασίαν τῆς δ[ωρ]-
εᾶς αὐτῶι εἰς τ<ὴ>ν ἡλιαίαν, ἐπειδὰν αἱ ἡμέραι αἱ ἐκ τοῦ νόμ[ου]
διεξέλθωσιν· <ὅ>π<ω>ς δ’ ἂν καὶ εἰ<⁶¹ς τὸ>⁶¹ν λοιπὸν χρόνον ὑπόμνημα [δ]-
105 ιαμένει τῶν πεφιλοτιμημένων εἰς τὸν δῆμον Καλλίαι, ἀναγ[ρά]-
ψαι τόδε τὸ [ψή]φισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν [ἐν]
στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα· εἰς δὲ τὴν ἀνα̣[γ]-
ραφὴν <κ>αὶ τὴν στήλην μερίσαι τοὺς ἐπὶ τεῖ διοκήσει τὸ [ἀν]-
ά<⁶¹λωμα τὸ γενόμενον>⁶¹.
                                           vacat 0,15
Search Help
Contact Us