Honorific decree for taxiarchoi. Upper part of a stele of white marble. Non-stoich. 32-38.
[ ]
Attica — Athens — Agora — 271/0 BC — Hesperia 23 (1954) 287, 182 — SEG 14.64 — Agora XVI 187
See also:
cymatium.1 | [θ]εοί· |
2 | ἐπὶ Πυθαράτου ἄρχοντος, ἐπὶ τῆς Ἀντιγονί- |
δος δευτέρας πρυτανείας, ἧι Ἰσήγορος Ἰσοκρά- | |
του ΚεφαλῆθενVII ἐγραμμάτευεν· Μεταγειτνιῶ- | |
5 | νος ἐνάτει ἱσταμένου· ἑβδόμει τῆς πρυτανεί- |
ας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Αἰ- | |
[σ]χ̣ίνης Νικομάχου Ἀναφλύστιος καὶ συμπρόε̣- | |
[δρ]οι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Εὔβουλος | |
[Χαρ]ιδήμου Μελιτεὺς εἶπεν· ἐπειδὴ οἱ ταξίαρχοι | |
10 | [οἱ ἐ]πὶ Λυσιθείδου ἄρχοντος τάς τε θυσίας, ὅσας |
[ἔδε]ι αὐτοὺς θῦσαι, μετὰ τῶν στρατηγῶν τεθύκασιν | |
ἁπάσας ἐκ τῶν ἰδίων ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δή- | |
μου, ἐπεμελήθησαν δὲ καὶ τῆς φυλῆς τῆς ἑαυτοῦ | |
ἕκαστος, ὅπως ἂν ὡς βέλτιστα τοῖς ὅπλοις κατε- | |
15 | σκευασμένοι εἴς τε τὰς φυλακὰς καὶ τὰς ἐφε- |
δρείας καὶ τοὺς ἐξετασμοὺς πορεύωνται, διε- | |
τέλεσαν δὲ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν πειθαρ- | |
χοῦντες τοῖς στρατηγοῖς ἀκολούθως τοῖς νό- | |
μοις· ὅπως ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνη- | |
20 | ται τιμῶν τοὺς χρείας αὑτῶι παρεχομένους, |
τύχει ἀγαθεῖ, δεδόχθαι τεῖ βουλεῖ· τοὺς προέ- | |
δρους, οἵτινες ἂν λάχωσι προεδρεύειν ἐν τῶι | |
δήμωι εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
σαι περὶ τούτων, γ<ν>ώμην δὲ ξυμβάλλεσθαι | |
25 | [τ]ῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ |
[ἐ]παινέσαι τοὺς ταξιάρχους τοὺς ἐπὶ Λυσιθεί- | |
[δ]ου ἄρχοντος καὶ στεφανῶσαι ἕκαστον αὐ- | |
τῶ<⁶¹ν χρυσ>⁶¹ῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς | |
ἕνεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ | |
30 | τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτοῖς καὶ προ- |
<ε>δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς ἡ πόλις τίθησιν· | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ〚%⁸⁰%⁸⁰〛- | |
ματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει | |
καὶ τὰ ὀνόματα τῶν ταξιάρχων καὶ στῆσαι ἔμ- | |
35 | προσθεν τοῦ στρατηγίου· εἰς δὲ τὴν ἀναγρα- |
φὴν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσει ∶ Δ ∶ δραχμάς. | |
〚ἈντιγονίδοςI〛 | |
[Ν]αυσικράτης Ναυσιφάνου Κυθήρριος̣ | |
ἘρεχθεῖδοςIII | |
40 | [Φ]ιλίσκος Μοσχίωνος Θημακεύς |
ΠανδιονίδοςV | |
Δημόστρατος Ἀριστοφάνου Παιανιεύς | |
ΛεωντίδοςVI | |
[Φι]λόθεος Διοδότου Σουνιεύς | |
45 | ἈκαμαντίδοςVII |
[— c.6 —] Χαρισάνδρου Κικυννεύς | |
[Ο]ἰνεῖδοςVIII | |
[— c.8 —]ος Κόνωνος Ὀῆθεν | |
[Κεκροπ]ίδοςIX | |
50 | [— — c.11 — —κ]λέους Φλυεύς |
[Ἱπποθωντί]δοςX | |
[— — c.15 — —]του Ἐλευσίνιος | |
[ΑἰαντίδοςXI] | |
[— — — c.18 — — — Ἀ]φιδναῖος | |
55 | [ἈντιοχίδοςXII] |
[— — — c.20 — — — Ἀλ]ωπεκῆ(θεν). |