Honorific decree for taxiarchoi. Three fragments of a stele of white marble; (a) and (b) joining. Stoich. 43.
[ ]
Attica — Athens — Agora — 275/4 BC — SEG 15.101 — Agora XVI 185 — SEG 58.153
See also:
1 | ἐπὶ Ὀλβίου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος δωδεκάτ[ης πρ]- |
υτανείας, ἧι Κυδίας Τιμωνίδου Εὐωνυμεὺς ἐγρα[μμάτε]- | |
υεν· Σκιροφοριῶνος ἕνει καὶ νέαι· ἐνάτει καὶ εἰ[κοστε]- | |
ῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρων ἐπεψή[φιζεν] | |
5 | Αἰσχίνης Ἀντικράτου Φαληρεὺς καὶ συμπρόεδρ[οι· ἔδο]- |
ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Λέων Κιχησίου Αἰ[ξωνεὺς] | |
εἶπεν· ἐπειδὴ οἱ ταξίαρχοι οἱ ἐπὶ Ὀλβίου ἄρχο[ντος ἦρ]- | |
[ξα]ν τὴν ἀρχὴν καλ̣ῶ̣ς̣ κ[αὶ] κατὰ το̣ὺ̣[ς νόμου]ς̣ [καὶ τάς τε θυ]- | |
σίας, ὅσας ἔδει αὐτοὺς θῦσ[αι μετὰ τῶν στρατηγῶν ἁπάσ]- | |
10 | ας ἐκ τῶν ἰδίων τεθύκασιν [ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ v] |
δήμου, ἐπεμελήθησαν δὲ καὶ [․․․․․․․․․21․․․․․․․․․․] | |
τῆς τάξεως τῆς ἑαυτοῦ ἕκασ[τος, ὅπως ἂν ὡς ἄριστα κατε]- | |
σκευασμένοι τοῖς ὅπλοις ε[ἴς τε τοὺς ἐξετασμοὺς καὶ] | |
τὰς φυλακὰς πορεύωνται, δι[ετέλεσαν δὲ καὶ ἐν τοῖς ἄλ]- | |
15 | λοῖς πᾶσιν πειθαρχοῦντες [τοῖς στρατηγοῖς ἀκολούθ]- |
ως τοῖς νόμοις· ὅπως ἂν οὖν ἐ[φάμιλλον ἦι τοῖς ἄρξουσι]- | |
ν τὴν ἀρχὴν ταύτην φιλοτίμ[ως καὶ δικαίως ἄρχειν, ἀγα]- | |
θεῖ τύχει, δεδόχθαι τεῖ βουλ̣[εῖ· τοὺς προέδρους, οἵτιν]- | |
ες ἂν λάχωσιν προεδρεύειν ἐ[ν τῶι δήμωι εἰς τὴν ἐπιοῦ]- | |
20 | σαν ἐκκλησίαν χρηματίσαι [περὶ τούτων, γνώμην δὲ ξυμ]- |
βάλλεσθαι τῆς βουλῆς εἰς [τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βου]- | |
λεῖ ἐ[π]αινέσαι τοὺς τα[ξιάρχους τοὺς ἐπὶ Ὀλβίου ἄρχο]- | |
ντος καὶ στεφανῶ[σαι αὐτοὺς χρυσῶι στεφάνωι κατὰ τὸ]- | |
ν νόμον ἀρε[τῆς ἕνεκα καὶ ἀνδραγαθίας τῆς εἰς τὴν βου]- | |
25 | λὴν καὶ τὸ[ν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτοῖς καὶ πρ]- |
οεδρία[ν ἐν ἅπασιν τοῖς ἀγῶσιν, οὓς ἂν ἡ πόλις τιθεῖ· ἀν]- | |
αγρά[ψαι δὲ τόδε τὸ ψ]ή̣φι̣[σμα τὸν γραμματέα τὸν κατὰ πρ]- | |
υ[τανείαν ἐν στήλει λ]ιθίνε[ι καὶ στῆσαι ․․․․11․․․․․] | |
[․4․․· εἰς δὲ τὴν ἀναγ]ραφὴν τ̣[ῆς στήλης δοῦναι τοὺς ἐπὶ] | |
30 | [τεῖ διοικήσει τὸ γε]νόμενο[ν ἀνάλωμα]. |
vacat 0,062 |