Honorific decree for taxiarchoi sent as delegates to Boiotia. Pedimental stele of gray marble. Stoich. 32.
[ ]
Attica — Athens — Agora — 281/0 BC — Hesperia 4 (1935) 562, 40 — SEG 25.90 — Agora XVI 182
See also:
1 | ἄρχων Οὐρίας· ἐπὶ τῆς Αἰαντίδο[ς δ]ευ[τ]έρ- |
ας πρυτανείας, ἧι Εὔξενος Καλλί[ου] Αἰξω- | |
νεὺςIX ἐγραμμάτευεν· Μεταγειτνιῶνος δε- | |
υτέραι μετ’ εἰκάδας· ὀγδόει καὶ ε[ἰκο]στε- | |
5 | ῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρω- |
ν ἐπεψήφιζεν Διοκλῆς Ἰσχυρίου Πτελεά- | |
σιος καὶ συμπρόεδροι· ἔδοξεν τε[ῖ β]ουλε- | |
ῖ καὶ τῶι δήμωι· Λέων Κιχησίου Αἰξωνεὺς | |
εἶπεν· περὶ ὧν λέγουσιν οἱ ἀποσταλέντε- | |
10 | ς τ<ῶ>ν ταξιάρχων εἰς τὰ Βασίλεια ὑπὲρ τῆ- |
ς θυσίας ἧς ἔθυσαν, ἀγαθεῖ τύχει, δεδόχθ- | |
αι τεῖ βουλεῖ· τοὺς προέδρους οἳ ἂν λάχω- | |
σιν προεδρεύειν ἐν τῶι δήμωι εἰς τὴν πρ- | |
ώτην ἐκκλησίαν π[ρ]οσαγαγεῖν αὐτοὺς κα- | |
15 | ὶ χρηματίσαι, γνώμην δὲ ξυμβάλλε[σ]θαι τ- |
ῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ [τεῖ] βο- | |
υλεῖ τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ [φ]ασ[ιν] γεγο- | |
νέναι ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι καὶ σωτ- | |
ηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου· ἐπαινέσ- | |
20 | αι δὲ τοὺς ταξιάρχους τοὺς ἀποσταλέντ- |
ας εἰς [Β]οιωτοὺς Δεινόστρατον Δεινίδ%⁸⁰- | |
ου ΧολλείδηνVI, Εὐκλείδην Λυσιστράτου Π- | |
ειραιέαX, Αὐτί[αν] Αὐτοκλέους ἈχαρνέαVIII, vv | |
Ἅβρωνα Ἐπιγένου ἉλαιέαIX, v Ἀριστόδη[μο]ν̣ | |
25 | Ἀριστοφῶντος ΣτειριέαV, Θεόφαντον Νι[κ]ο- |
στράτου ΓαργήττιονI φιλοτιμίας ἕνεκα | |
τῆς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· ἀναγρά- | |
ψαι δὲ 〚τόδε〛 τόδε τὸ ψήφισμα τὸν γραμματέ- | |
α τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει | |
30 | καὶ στῆσαι πρὸς τῶι στρατηγίωι· εἰς δὲ τὴν |
ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπὶ | |
τῆι διοικήσει Δ δραχμάς. vacat |