Honorific decree for taxiarchoi sent as delegates to Boiotia.  Pedimental stele of gray marble. Stoich. 32.
[ ] Attica — Athens — Agora — 281/0 BC — Hesperia 4 (1935) 562, 40 — SEG 25.90 — Agora XVI 182
See also:
1 ἄρχων Οὐρίας· ἐπὶ τῆς Αἰαντίδο[ς δ]ευ[τ]έρ-
ας πρυτανείας, ἧι Εὔξενος Καλλί[ου] Αἰξω-
νεὺςIX ἐγραμμάτευεν· Μεταγειτνιῶνος δε-
υτέραι μετ’ εἰκάδας· ὀγδόει καὶ ε[ἰκο]στε-
5 ῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρω-
ν ἐπεψήφιζεν Διοκλῆς Ἰσχυρίου Πτελεά-
σιος καὶ συμπρόεδροι· ἔδοξεν τε[ῖ β]ουλε-
ῖ καὶ τῶι δήμωι· Λέων Κιχησίου Αἰξωνεὺς
εἶπεν· περὶ ὧν λέγουσιν οἱ ἀποσταλέντε-
10 ς τ<ῶ>ν ταξιάρχων εἰς τὰ Βασίλεια ὑπὲρ τῆ-
ς θυσίας ἧς ἔθυσαν, ἀγαθεῖ τύχει, δεδόχθ-
αι τεῖ βουλεῖ· τοὺς προέδρους οἳ ἂν λάχω-
σιν προεδρεύειν ἐν τῶι δήμωι εἰς τὴν πρ-
ώτην ἐκκλησίαν π[ρ]οσαγαγεῖν αὐτοὺς κα-
15 ὶ χρηματίσαι, γνώμην δὲ ξυμβάλλε[σ]θαι τ-
ῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ [τεῖ] βο-
υλεῖ τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ [φ]ασ[ιν] γεγο-
νέναι ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι καὶ σωτ-
ηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου· ἐπαινέσ-
20 αι δὲ τοὺς ταξιάρχους τοὺς ἀποσταλέντ-
ας εἰς [Β]οιωτοὺς Δεινόστρατον Δεινίδ%⁸⁰-
ου ΧολλείδηνVI, Εὐκλείδην Λυσιστράτου Π-
ειραιέαX, Αὐτί[αν] Αὐτοκλέους ἈχαρνέαVIII, vv
Ἅβρωνα Ἐπιγένου ἉλαιέαIX, v Ἀριστόδη[μο]ν̣
25 Ἀριστοφῶντος ΣτειριέαV, Θεόφαντον Νι[κ]ο-
στράτου ΓαργήττιονI φιλοτιμίας ἕνεκα
τῆς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· ἀναγρά-
ψαι δὲ 〚τόδε〛 τόδε τὸ ψήφισμα τὸν γραμματέ-
α τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει
30 καὶ στῆσαι πρὸς τῶι στρατηγίωι· εἰς δὲ τὴν
ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπὶ
τῆι διοικήσει Δ δραχμάς.       vacat
Search Help