Honorific decree for the archon Euthios. Intact pedimental stele of blue marble. Stoich. 31.
[ ]
Attica — Athens — Agora — 282/1 BC — Hesperia 7 (1938) 100, 18 — SEG 25.89 — Agora XVI 181
See also:
1 | θεοί· |
ἐπὶ Νικίου ἄρχοντος, ἐπὶ τῆς Οἰνηίδος | |
ἑβδόμης πρυτανείας, ἧι Θεόφιλος Θεοδ- | |
ότου ἈχαρνεὺςVIII ἐγραμμάτευεν· Γαμηλιῶ- | |
5 | νος ἐνάτηι ἱσταμένου· τρίτηι καὶ εἰκο- |
στεῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προ- | |
έδρων ἐπεψήφιζεν Οἰνοκράτης Οἰνοβί- | |
ου Ἐλε[υ]σίνιος καὶ συνπρόεδροι· vv ἔδο- | |
ξεν τῶι δήμωι· Ἀγύρριος Καλλιμέδοντο- | |
10 | ς Κολλυτεὺς εἶπεν· ἐπειδὴ Εὔθιος ἄρχω- |
ν γενόμενος τάς τε θυσίας ἔθυσεν τοῖς | |
θεοῖς κατὰ τὰ πάτρια καὶ τῆς πομπῆς τῶ- | |
ι Διονύσωι ἐπεμελήθη φιλοτίμως καὶ τ- | |
ἆλλα πάντα ἔπραξεν τὰ περὶ τὴν ἀρχὴν δ- | |
15 | ικαίως πειθόμενος τοῖς τε νόμοις καὶ |
τοῖς ψηφίσμασιν τῆς βουλῆς καὶ τοῦ δή- | |
μου, καὶ διὰ ταῦτα αὐτὸν καὶ πρότερον ὁ | |
δῆμος ἐπήινεσεν καὶ ἐστεφάνωσεν ἐν τ- | |
ῆι ἐκκλησίαι τῆι ἐν Διονύσου· ὅπως ἂν ο- | |
20 | ὖν πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμος καὶ νῦν |
καὶ εἰς τὸν λοιπὸν χρόνον τιμήσει τοὺ- | |
ς δικαίως ἄρχοντας τὰς ἀρχὰς καὶ κατὰ | |
τοὺς νόμους, ἀγαθεῖ τύχει, δεδόχθαι τῶ- | |
ι δήμωι· ἐπαινέσαι Εὔθιον Ἀντιφῶντος | |
25 | ΤειθράσιονIV φιλοτιμίας ἕνεκα καὶ εὐν- |
οίας, ἣν ἔχων διατελεῖ πρὸς τὸν δῆμον, κ- | |
αὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι | |
[κ]ατὰ {τα} τὸν νόμον· εἶναι δὲ αὐτῶι καὶ ἄλ- | |
λο ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δήμου, ὅτο- | |
30 | υ ἂν δοκεῖ ἄξιος εἶναι, ὅταν ὁ Πειραιεὺ- |
ς καὶ τὸ ἄστυ ἐν τῶι αὐτῶι γένηται· ἐπαι- | |
νέσαι δὲ καὶ τοὺς παρέδρους αὐτοῦ Μει- | |
δογένην Μείδωνος ἈθμονέαIX, Σωκράτην Σ- | |
ωδάμου ΠαιανιέαV, δικαιοσύνης ἕνεκα κ- | |
35 | αὶ φιλοτιμίας, καὶ στεφανῶσαι ἑκάτερο- |
ν αὐτῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμο- | |
ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρα- | |
μματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι | |
λιθίνει καὶ στῆσαι ἔμπροσθε τοῦ συνε- | |
40 | δρίου· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης |
μερίσαι τοὺς ἐπὶ τῆι διοικήσει v Δ v δρ- | |
αχμάς. vacat | |
row 1 | {²in corona:}² |
43 | ὁ δῆμος |
row 2.cr. 1 | {²in corona:}² |
44 | ὁ δῆμος |
45 | ὁ Σαλαμινίων |
cr. 2 | {²in corona:}² |
44 | οἱ φυλέται. |