Decree pertaining to the temple of Aphrodite Pandemos. Pedimental stele of blue marble, broken at the bottom. Non-stoich. 18-22 (ll. 2-15), 24-27 (ll. 16-28).
[ ]
Attica — Athens — Akropolis, west slope of — 283/2 BC — IG II² 659 — F. Sokolowski, LSCG (1969) 39
See also:
1 | ἐπὶ ἱερείας Ἡγησιπύλης· |
ἐπ’ Εὐθίου ἄρχοντος, ἐπὶ τῆς | |
Αἰαντίδος δωδεκάτης πρυ- | |
τανείας, ἧι Ναυσιμένης | |
5 | Ναυσι<⁶¹κύδ>⁶¹ου ΧολαργεὺςVII |
ἐγραμμάτευεν· Σκιροφοριῶ- | |
νος ἕνηι καὶ νέαι· Καλλίας Λ[υ]- | |
σιμάχου Ἕρμειος εἶπεν· ὅπ[ω]- | |
ς ἂν οἱ ἀστυνόμοι οἱ ἀεὶ <λα>νχ[ά]- | |
10 | νοντες ἐπιμέλειαν ποιῶντα[ι] |
τοῦ ἱεροῦ τῆς Ἀφροδίτης τῆς | |
Πανδήμου κατὰ τὰ πάτρια, τύ- | |
χηι ἀγαθεῖ, δεδόχθαι τῆι βου- | |
λῆι· τοὺς προέδρους οἳ ἂν λάχω- | |
15 | σιν προεδρεύειν εἰς τὴν ἐπιοῦ- |
σαν ἐκκλησίαν προσαγαγεῖν τὸν | |
[ο]ἰκεῖον τῆς ἱερείας καὶ χρηματίσαι | |
περὶ τούτων, γνώμην δὲ ξυνβάλλε- | |
[σ]θαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅ- | |
20 | [τ]ι δοκεῖ τῆι βουλῆι τοὺς ἀστυνό- |
μους τοὺς ἀεὶ λαχόντας, ὅταν ἦι | |
ἡ πομπὴ τῆι Ἀφροδίτηι τεῖ Πανδή- | |
μωι, παρασκευάζειν εἰς κάθαρσι[ν] | |
τοῦ ἱεροῦ περιστερὰν καὶ περιαλε[ῖ]- | |
25 | [ψα]ι τοὺς βωμοὺς καὶ πιττῶσαι τὰς |
[θύρας] καὶ λοῦσαι τὰ ἕδη· παρα[σκευ]- | |
[άσαι δὲ κα]ὶ πορφύραν ὁλκὴν ∶ 𐅂𐅂𐅂̣𐅂̣[․․] | |
[— — — — — — — — —] τὰ̣ ἐπὶ τ[․․․․] | |
[— — — — — — — — — — — — — —] |