Honorific decree for the poet Philippides. Pedimental stele of blue marble, in two joining fragments. Stoich. 40.
[ ]
Attica — Athens — Theater of Dionysos (a), Eleusis (b) — 283/2 BC — IG II² 657 — Syll.³ 374 — W. Ameling et al., Schenkungen I (1995) 21, KNr. 6 [E]
See also:
| 1 | [ἐ]πὶ Εὐθ<⁶¹ίο>⁶¹υ ἄρχοντος, ἐπὶ τῆς 〚Ἀ[ντιγονίδο]ς〛 τ̣ρ̣[ίτης] |
| [π]ρυτανείας, εἷ Ναυσιμένης Ναυσικύδου Χολαρ[γεὺ]- | |
| [ςVII] ἐγραμμάτευεν· Βοιηδρομιῶνος ὀγδόει ἐπὶ δέκ[α· ἐ]- | |
| [ν]άτει καὶ δεκάτει τῆς πρυτανείας· ἐκκλησία κυρ[ί]- | |
| 5 | α· τῶν προέδ[ρ]ων ἐπεψήφιζεν Ἱερομνήμων Τεισιμάχ- |
| ου ἐκ Κοίλης καὶ συμπρόεδροι· ἔδοξεν τῆι βουλεῖ κ- | |
| αὶ τῶι δήμωι· Νικήρατος Φιλέου Κεφαλῆθεν εἶπεν· ἐ- | |
| πειδὴ Φιλιππίδης διατετέλεκεν ἐν παντὶ καιρῶ[ι] | |
| ἀποδεικνύμενος τὴν πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀ- | |
| 10 | ποδημήσας πρὸς <τ>ὸν βασιλέα Λυσίμαχον πρότερόν |
| τε διαλεχθεὶς τῶι βασιλεῖ ἐκόμισεν τῶι δήμωι δω- | |
| ρεὰν πυρῶν μεδίμνους Ἀττικοὺς μυρίους τοὺς δια- | |
| δοθέντας πᾶσιν Ἀθηναίοις ἐπ’ Εὐκτήμονος ἄρχοντ- | |
| ος, διελέχθη δὲ καὶ ὑπὲρ κεραίας καὶ ἱστοῦ, ὅπως ἂν | |
| 15 | δοθεῖ τῆι θεῶι εἰς τὰ Παναθήναια τῶι πέπλωι, ἃ ἐκο- |
| μίσθη ἐπ’ Εὐκτήμονος ἄρχοντος· καὶ νικήσαντος Λυ- | |
| σιμάχου τοῦ βασιλέως [τὴ]ν μάχην τὴν Ἰψῶι γενομέν- | |
| ην πρὸς Ἀντίγον[ον κα]ὶ Δημήτριον τοὺς μὲν τελευτ- | |
| ήσαντας ἐν τῶι κ[ινδύνω]ι τῶν πολιτ[ῶ]ν ἔθαψεν τοῖς | |
| 20 | ἑαυτοῦ ἀναλώμα[σιν, ὅσοι δ]ὲ αἰχμάλωτοι ἐγένοντο, |
| ἐμφανίσας τῶι βα[σιλεῖ καὶ] λαβὼν αὐτοῖς ἄφε[σ]ιν, τ- | |
| οὺς μὲν βουλομέν[ους στρατ]εύεσθαι διώικησεν ὅπ- | |
| ως ἂν καταχωρισθῶσιν [ἐν] ἡγεμονίαις, τοὺς δὲ προα- | |
| ιρουμένους ἀπιέναι ἀμφιέσας καὶ ἐφόδια δοὺς πα- | |
| 25 | ρ’ ἑαυτοῦ ἀπέστειλεν, οὗ ἕκαστοι ἠβ[ο]ύλοντο πλείο- |
| υς ὄντας ἢ τριακοσίους· παρειτήσατο δὲ καὶ ὅπως ἂ- | |
| ν ἀφεθῶσιν καὶ ὅσοι τῶν πολιτῶν κατελήφθησαν ἐν | |
| τῆι Ἀσίαι εἱργμένοι ὑπὸ Δημητρίου καὶ Ἀντ[ι]γόνο- | |
| υ, καὶ τοῖς ἀεὶ περιτυνχάνουσιν Ἀθηναίων χρήσιμ- | |
| 30 | ος ὢν διατελεῖ, καθότι ἂν ἕκαστος αὐτὸν παρακαλε- |
| <ῖ>, καὶ κομισαμένου τοῦ δήμου τὴν ἐλευθερίαν διατ- | |
| ετέλεκε λέγων καὶ πράττων τὰ συμφέροντα τεῖ τῆς | |
| πόλεως σωτηρίαι, καὶ παρακαλῶν τὸν βασιλέα βοηθ- | |
| εῖν καὶ χρήμασιν καὶ σίτωι, ὅπως ἂν διαμένει ὁ δῆμ- | |
| 35 | ος ἐλεύθερος ὢν καὶ τὸν Πειραιᾶ κομίσηται καὶ τὰ |
| φρούρια τὴν ταχίστην, καὶ ὑπὲρ τούτων π[ά]ντων πολ- | |
| λάκις μεμαρτύρηκεν αὐτῶι ὁ βασιλεὺς πρὸς τοὺς π- | |
| [ρ]εσβεύοντας Ἀθηναίων πρὸς ἑαυτόν· καὶ χειροτον- | |
| [ηθεὶ]ς ἀγωνοθέτης ἐπὶ Ἰσαίου ἄρχοντος ὑπήκουσε- | |
| 40 | [ν τῶι δ]ήμωι ἐθελοντὴς ἐκκ τῶν ἰδίων, τάς τε πατρίο- |
| [υς θυσία]ς ἔθυσεν τοῖς θεοῖς ὑπὲρ τοῦ δήμου καὶ τὴ- | |
| [ν ․․․8․․․․]ν ἔδωκεν πᾶσιν Ἀθηναίοις πάντας τοὺς | |
| [ἀγῶνας, καὶ ἐπί]θετον ἀγῶνα κατεσκεύασεν τεῖ Δήμ- | |
| [ητρι καὶ τεῖ Κόρε]ι [πρ]ῶτος ὑπόμνημα τῆς τοῦ δήμου | |
| 45 | [ἐλευθερίας· ἐπεμελή]θη δὲ καὶ τῶν ἄλλων ἀγώνων κα- |
| [ὶ θυσιῶν ὑπὲρ τῆς πόλεω]ς, καὶ εἰς ταῦτα πάντα ἐκ τῶ- | |
| [ν ἰδίων ἀναλώσας πολλὰ χρ]ήματα τὰς εὐθύνας δέδω- | |
| κεν κατὰ τοὺς νόμους κα[ὶ οὐ]θὲν ὑπεναντίον πρὸ[ς δ]- | |
| ημοκρατίαν οὐδεπώποτε [πέπραχ]ε[ν ο]ὔτ[ε λόγωι οὔτ’] | |
| 50 | ἔργωι· ὅπως ἂν οὖν φανερὸν εἶ [πᾶσιν, ὅτι ὁ δῆμος ἐπί]- |
| σταται χάριτας ἀποδιδόναι τ[οῖς εὐεργέταις ἀξί]- | |
| ας ὧν ἂν εὐεργετήσωσιν, ἀγαθεῖ [τύχει, δεδόχθαι τῆ]- | |
| ι βουλεῖ· τοὺς προέδρους οἳ ἂν λά[χωσιν προεδρεύε]- | |
| ιν εἰς τὸν δῆμον, ὅταν ἐξέλθωσιν αἱ [ἐκ τοῦ νόμου ἡμ]- | |
| 55 | έραι τῆς αἰτήσεως, χρηματίσαι περὶ τ[ούτων εἰς τὴ]- |
| ν πρώτην ἐκκλησίαν κατὰ τὸν νόμον, γνώ[μην δὲ ξυμβ]- | |
| άλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τ[ῆι β]- | |
| ουλεῖ ἐπαινέσαι Φιλιππίδην Φιλοκλέους Κεφαλ[ῆ]- | |
| θεν ἀρετῆς ἕνεκα καὶ εὐνοίας, ἧς ἔχων διατελεῖ π[ε]- | |
| 60 | ρὶ τὸν δῆμον τὸν Ἀθηναίων, καὶ στεφανῶσαι αὐτ[ὸ]ν [χ]- |
| ρυσῶι στεφάνωι κατὰ τὸν νόμον καὶ ἀνειπεῖν τὸν σ- | |
| τέφανον Διονυσίων τῶν μεγάλων τραγωιδῶν τῶι ἀγ- | |
| ῶνι· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῶι θεά[τ]- | |
| ρωι καὶ εἶναι αὐτῶι σίτησιν ἐν πρυτανείωι καὶ ἐκ- | |
| 65 | γόνων ἀεὶ τῶι πρεσβυτάτωι καὶ προεδρία[ν] ἐμ πᾶσι |
| [τ]οῖς ἀγῶσι, {τ} οἷ<ς> ἡ πόλις τίθησιν· τῆς δὲ πο[ι]ήσεως τ- | |
| οῦ στεφάνου καὶ τῆς ἀναγορεύσεως ἐπιμεληθῆναι | |
| τοὺς ἐπὶ τῆι διοικ[ή]σει· ἀναγράψαι δὲ [τ]ό[δ]ε τὸ ψήφι- | |
| σμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι | |
| 70 | λιθίνει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ Διονύσου· εἰς |
| δὲ τὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπὶ τῆι | |
| διο[ι]κήσει ΔΔ δραχμὰς [ἐκ] τῶν εἰς τὰ κατὰ ψηφίσματ- | |
| α ἀναλισκομένων τῶι δήμωι. | |
| {²in corona:}² | |
| 74 | ὁ δῆ[μος]. |