Honorific decree for Philippides. Two joining fragments of a stele of white marble, broken at the top and bottom. Stoich. 39.
[ ]
Attica — Athens — Akropolis — 293/2 BC — IG II² 649 — SEG 45.101 — H. Kotsidu, Time kai Doxa (2000) 52, KNr. 12 [E]
See also:
[— — — — — — — — — — — ? — — — — — — — — — — —] | |
vacat 0,104 | |
[ἐπ]ὶ Ὀ[λυμ]πιοδώρο[υ] ἄ[ρ]χο[ντ]ος, ἀναγραφέως δὲ Ἐπ[ικ]- | |
[ού]ρο[υ το]ῦ Ἐπιτέλου[ς] Ῥα[μν]ουσίου, ἐπὶ τῆς Πανδ[ιο]- | |
[νί]δος δεκά[τ]ης πρυτανε[ία]ς· Μουν[ι]χιῶνος ἕνει [κα]- | |
[ὶ νέ]αι· πρώτει τῆς πρυτα[νε]ίας· ἐκκλησία· τῶν προ[έ]- | |
5 | [δρω]ν ἐπεψήφ[ι]ζε Νικόβο[υλ]ος Νικίου Φρεάρριο̣ς [κ]- |
[αὶ σ]υνπρόεδροι· ἔδοξεν [τῶ]ι δήμωι· Στρατοκλῆς Ε[ὐ]- | |
[θυ]δήμου Διομεεὺς εἶπε[ν· ἐ]πειδὴ οἵ τε πρόγονοι [ο]- | |
[ἱ] Φ[ι]λιππίδου διετέλεσ[α]ν ἄνδρες ἀγαθοὶ ὄντες [π]- | |
[ε]ρ[ὶ] τὸν δῆμον τὸν Ἀθηνα[ί]ων καὶ ἐν πᾶσιν τοῖς κ̣[αι]- | |
10 | [ρ]οῖς ἀποδεικνύμενοι τ[ὴ]ν εὔνοιαν καὶ τὴν φιλο[τ]- |
[ιμ]ίαν, πολλὰς [μ]ὲν καὶ με[γ]άλας χρείας παρέσχον[τ]- | |
[ο τ]ῶι δήμωι· πολλὰ δὲ εἰς [τ]ὰς ἐπιδόσε[ι]ς καὶ τριη[ρ]- | |
[α]ρχίας κ̣αὶ χορηγίας κα[ὶ] τὰς ἄ[λ]λας λειτουργία[ς] | |
[ἐκ τ]ῶν ἰδίων χρήματα̣ ἀ[νή]λωσαν, ὧν ὑπομνήματα ἐ[ν] | |
15 | [τ]οῖ[ς] ἱε̣ροῖς τῆς πόλεως [τ]ρίποδες καὶ τἆλλα ἀνα[θ]- |
[ή]μ̣ατα κα[τ]αλέλειπτ[αι· κα]ὶ στρατηγίας καλὰς [κ]α[ὶ] | |
[ἐν]δόξ̣ους ἐστρα[τ]ήγησ[αν] καὶ κατὰ γῆν καὶ κατὰ θ[ά]- | |
[λατ]ταν· καὶ αὐτὸς Φιλιπ[π]ίδης περὶ πλείστου πο[ι]- | |
[ο]ύμενος [τ]ὴν ὑπάρχουσα[ν] αὐτῶι τῶν προγόνων πρ[ὸ]- | |
20 | [ς] τὸν δ̣[ῆ]μον εὔνοιαν καὶ [φ]ιλοτιμίαν διατετέλε[κ]- |
[εν] ἀποδει[κ]νύμενος ἔν τ[ε] ταῖς ἐπιδόσεσιν καὶ τ[ρ]- | |
[ι]ηραρχίαις κ̣αὶ χορηγί[α]ις καὶ ταῖς ἄλλαις λ̣ε[ιτ]- | |
[ο]υργίαις καὶ φιλοτιμί[α]ις πάσαις· καὶ χειροτο[ν]- | |
[η]θεὶς στρατηγὸς ἐπὶ τὸ [ν]αυτικὸν ἐστρατή̣γησε[ν] | |
25 | [κ]αλῶς καὶ συνφερόντως [τ]ῶι δήμωι· καὶ βασιλεὺς [ὢ]- |
[ν] τάς τε θυσίας ἁπάσας, ὅ[σ]ας προσῆκεν αὐτὸν ὑπὲ[ρ] | |
[τ]ῆς πόλεως τέθυκεν εὐσ[ε]βῶς καὶ κατὰ τὰ πάτ̣ρια, [κ]- | |
[α]ὶ τῶν ἄλλων ἁπάντων τῶ[ν] ἐν τεῖ ἀρχεῖ, ὅσα οἱ ν̣όμ[ο]- | |
[ι] αὐτῶι προσέταττον, ἐπ[ι]μεμέληται καλῶς καὶ ἀ[δ]- | |
30 | [ω]ροδοκήτως· καὶ ἀγωνοθ[έ]της αἱρεθεὶς πε[π]όηκε[ν] |
[τ]οὺς ἀγῶνας τοῖς θεοῖς [π]άντας καλῶς καὶ φιλοτ[ί]- | |
[μ]ως, καὶ τὰς ἄλλας ἐπιμ[ελ]είας πάσας, ἐφ’ ὅσας αὐτ[ὸ]- | |
[ν] ὁ δῆμος ἢ ἡ βουλὴ κ̣εχε[ιρ]οτόνηκεν ἐπιμεμέλη[τα]- | |
[ι] δικαίως· καὶ πρεσβεί[ας] κα̣λὰ̣ς καὶ συνφερούσ[ας] | |
35 | [τῶι] δήμω[ι] π̣επρέσβευκ[εν]· καὶ ἀγωνιστὴν ἑαυτὸ[ν ὑ]- |
[πὲρ τ]ῶν τεῖ πατρίδι συ[νφ]ερόντων ἐν πᾶσιν τοῖς [κ]- | |
[αιροῖ]ς παρέσχηται, δε[δό]χθαι τῶι δήμωι· ἐπαινέ[σ]- | |
[αι Φιλι]ππίδην Φιλομή[λο]υ Παιανιέα τῆς τε τῶν π[ρ]- | |
[ογόνων ․․․7․․․]Η[․․․ ἀρε]τῆς ἕνεκα καὶ φιλοτιμ[ί]- | |
40 | [ας πρὸς τὸν δῆμον, καὶ στε]φανῶσαι αὐτὸν χρυσῶι [σ]- |
[τεφάνωι ․․․․․13․․․․․․· κ]αὶ ἀνειπεῖν τὸν στέφ[α]- | |
[νον Διονυσίων τῶν ἐν ἄστ]ει καὶ Δημητριε[ί]ων τρ[α]- | |
[γωιδῶν τῶι ἀγῶνι· τῆς δ’ ἀν]αγορεύσεως ἐπιμεληθ[ῆ]- | |
[ναι ․․․․․13․․․․․․· στῆσ]αι δ’ αὐτοῦ τὸν δῆμον κα[ὶ] | |
45 | [εἰκόνα χαλκῆν ἐν ἀγορᾶι]· εἶναι δ’ αὐτῶι καὶ ἐκγό[ν]- |
[ων ἀεὶ τῶι πρεσβυτάτωι σ]ίτησιν ἐν πρυτανείωι [κ]- | |
[αὶ προεδρίαν ἐν πᾶσι τοῖς] ἀγῶσιν, οἷς ἡ πόλις τί[θ]- | |
[ησιν· ἀναγράψαι δὲ τόδε τὸ] ψήφισμα τὸν ἀναγραφ[έ]- | |
[α ἐν στήλαις λιθίναις κα]ὶ στῆσαι τὴν μὲν ἐν ἀκρ[ο]- | |
50 | [πόλει, τὴν δὲ παρὰ τὴν εἰκ]όνα· εἶναι δὲ Φιλιππίδ̣[η]- |
[ι ἐν ταῖς στήλαις προσαν]αγράψασθαι {ς} τὰς εὐερ[γ]- | |
[εσίας καὶ ἐπιδόσεις καὶ] τριηραρχ[ί]ας καὶ τὰς ἄ[λ]- | |
[λας λειτουργίας τὰς γεγ]ενημένας τοῖς προγόν[ο]- | |
[ις καὶ ἑαυτῶι· τὸ δ’ ἀνάλωμ]α τὸ εἰς τὴν πόησιν τοῦ [σ]- | |
55 | [τεφάνου καὶ τῆς εἰκόνος] καὶ τὴν ἀναγραφὴν τῶν [σ]- |
[τηλῶν μερίσαι τὸν ἐπὶ τῆ]ι διοικήσει. | |
vacat 0,26 | |
[— — — — — — — — — — ? — — — — — — — — — —] |