Honorific decree for the ambassador Poseidippos. Pedimental stele of white marble. Stoich. 24.
[ ]
Attica — Athens — National Garden — 299/8 BC — IG II² 641 w. Add. p. 662 (ab) — IG II² 818 (b) — Syll.³ 362
See also:
1 | [ἐπ]ὶ Ε[ὐκτήμον]ος ἄρχοντος, ἐπὶ |
[τῆ]ς Ἀντιγο[νίδος δ]ευτέρας πρ- | |
[υ]τανείας, ἧι Θεόφιλος Ξ̣ε̣ν̣ο̣φ[ῶ]- | |
ντος ΚεφαλῆθενVII ἐγραμμάτε[υε]- | |
5 | ν· Μεταγειτνιῶνος δεκάτει ὑσ- |
τέραι· μιᾶι καὶ εἰκοστεῖ τῆς π- | |
ρυτανείας· ἐκκλησία· τῶν προέ- | |
δρων ἐπεψήφιζε Λυσίμαχος Να- | |
υσιστράτου Προσπάλτιος καὶ | |
10 | συνπρόεδροι· ἔδοξεν τῶι δήμω- |
ι· Φιλιππίδης Φιλομήλου Παια- | |
νιεὺς εἶπεν· ἐπειδὴ οἱ πρέσβ<ε>- | |
ις οἱ ἀποσταλέντες πρὸς τὸν β- | |
ασιλέα Κάσσανδρον ἀποφαίνο- | |
15 | υσι Ποσείδιππον συναποδημή- |
σαντα μεθ’ ἑαυτῶν χρήσιμον εἶ- | |
ναι ἑαυτοῖς ἀποδεικνύμενον | |
τὴν εὔνοιαν, ἣν εἶχε πρὸς τὸν δ- | |
ῆμον τὸν Ἀθηναίων, δεδόχθαι τ- | |
20 | ῶι δήμωι· ἐπαινέσαι Ποσείδιπ- |
πον Βακχίου Κοθωκίδην καὶ στ- | |
εφανῶσαι αὐτὸν θαλλοῦ στεφά- | |
νωι, ὅπως ἂν ὡς πλεῖστοι φιλοτ- | |
ιμῶνται χρείαν παρέχεσθαι ἐ- | |
25 | 〚<πὶ>〛 τὰ συνφέροντα τῶι δήμωι· ἀν- |
αγράψαι δὲ τόδε τὸ ψήφισμα τὸ- | |
ν γραμματέα τὸν κατὰ πρυτανε- | |
ίαν ἐν στήλει λιθίνει καὶ στῆ- | |
σαι ἐν ἀκροπόλει· εἰς δὲ τὴν ἀν- | |
30 | αγραφὴν τῆς στήλης δοῦναι τὸ- |
ν ἐξεταστὴν καὶ τοὺς τριττυά- | |
ρχους v ΔΔ v δραχμάς. | |
vacat 0,027 | |
{²corona}² |