Honorific decree for the ambassador Poseidippos.  Pedimental stele of white marble. Stoich. 24.
[ ] Attica — Athens — National Garden — 299/8 BC — IG II² 641 w. Add. p. 662 (ab) — IG II² 818 (b) — Syll.³ 362
1 [ἐπ]ὶ Ε[ὐκτήμον]ος ἄρχοντος, ἐπὶ
[τῆ]ς Ἀντιγο[νίδος δ]ευτέρας πρ-
[υ]τανείας, ἧι Θεόφιλος Ξ̣ε̣ν̣ο̣φ[ῶ]-
ντος ΚεφαλῆθενVIIγραμμάτε[υε]-
5 ν· Μεταγειτνιῶνος δεκάτει ὑσ-
τέραι· μιᾶι καὶ εἰκοστεῖ τῆς π-
ρυτανείας· ἐκκλησία· τῶν προέ-
δρων ἐπεψήφιζε Λυσίμαχος Να-
υσιστράτου Προσπάλτιος καὶ
10 συνπρόεδροι· ἔδοξεν τῶι δήμω-
ι· Φιλιππίδης Φιλομήλου Παια-
νιεὺς εἶπεν· ἐπειδὴ οἱ πρέσβ<ε>-
ις οἱ ἀποσταλέντες πρὸς τὸν β-
ασιλέα Κάσσανδρον ἀποφαίνο-
15 υσι Ποσείδιππον συναποδημή-
σαντα μεθ’ ἑαυτῶν χρήσιμον εἶ-
ναι ἑαυτοῖς ἀποδεικνύμενον
τὴν εὔνοιαν, ἣν εἶχε πρὸς τὸν δ-
ῆμον τὸν Ἀθηναίων, δεδόχθαι τ-
20 ῶι δήμωι· ἐπαινέσαι Ποσείδιπ-
πον Βακχίου Κοθωκίδην καὶ στ-
εφανῶσαι αὐτὸν θαλλοῦ στεφά-
νωι, ὅπως ἂν ὡς πλεῖστοι φιλοτ-
ιμῶνται χρείαν παρέχεσθαι ἐ-
25 〚<πὶ>〛 τὰ συνφέροντα τῶι δήμωι· ἀν-
αγράψαι δὲ τόδε τὸ ψήφισμα τὸ-
ν γραμματέα τὸν κατὰ πρυτανε-
ίαν ἐν στήλει λιθίνει καὶ στῆ-
σαι ἐν ἀκροπόλει· εἰς δὲ τὴν ἀν-
30 αγραφὴν τῆς στήλης δοῦναι τὸ-
ν ἐξεταστὴν καὶ τοὺς τριττυά-
ρχους v ΔΔ v δραχμάς.
             vacat 0,027
             {²corona
Search Help
Contact Us