Proxeny decree for Timarchos of Salamis.  Stele of gray marble, broken at the top. Non-stoich. c. 42.
[ ] Attica — Athens — Agora — ca. 180 BC — IG II² 909
See also:
[— — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — c.28 — — — — — —]Σ[— — — c.13 — — —]
[  vacat   ἔδοξεν τῆι βουλῆι κ]αὶ τ̣ῶ[ι] δήμ̣[ωι·    vacat    ]
[— — — — c.20 — — — —]υ̣ Ῥαμνούσιος ε[ἶπεν· v ἐπειδὴ]
[Τίμαρχος Τιμάρχου Σα]λ̣αμίνιος εὔνους ἐστ̣[ὶν τῶι δήμωι]
5 [τῶι Ἀθηναίων καὶ ἰ]δίαι τοῖς παραγινομένοις τῶμ̣ [πολι]-
[τῶν εἰς Σαλαμῖνα] τ̣ὴν ἐν Κύπρωι εὔχρηστον ἑαυτὸν π[αρα]-
[σκευάζει καὶ πε]ρ̣ὶ τούτων ἀπομεμαρτυρήκασιν αὐτῶι [οἱ]
[παραγεγονότε]ς̣ εἰς Σαλαμῖνα τῶμ πολιτῶν· ὅπως ἂν οὖν εἰ̣-
[δῶσιν ἅπαντ]ε̣ς, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχάριστος ὢν δια-
10 [τελεῖ το]ῖ̣ς εἰς ἑαυτὸν φιλοτιμουμένοις, v ἀγαθεῖ τύχει, vv
[δ]εδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπι-
οῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ-
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ v
ἐπαινέσαι Τίμαρχον Τιμάρχου Σαλαμίνιον καὶ στεφανῶ%⁸⁰-
15 σαι αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμί-
ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτὸν καὶ πρόξε-
νον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ εἰς τὸ λοι-
πὸν δὲ τὴν αὐτὴν αἵρεσιν διατηροῦντι πρὸς τὸν δῆμον v
καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι, ὅτου ἂν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπό-
20 μνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς τὸν δῆμον εὐνοίας, ἀναγρά-
ψαι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν
ἐν στήλαις λιθίναις δυσίν, ὥστε ἀνατεθῆναι τὴμ μὲν
μίαν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, τὴν δὲ ἄλ-
λην ἐν Σαλαμῖνι ἐν τῶι τῆς Ἀθηνᾶς ἱερῶι· εἰς δὲ τὴν ἀνα-
25 γραφὴν τῶν στηλῶν καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμί-
αν τὸ γενόμενον ἀνάλωμα.
                                {²in corona oleaginea:
27                                                  ἡ βουλή,
                                                 ὁ δῆμος
                                               Τίμαρχον
30                                                Τιμάρχου
                                               Σ<⁶¹αλαμίνι>⁶¹ον.
                                                  vacat
Search Help
Contact Us