Proxeny decree for Nikeratos of Alexandreia. Stele of gray marble, broken at the top. Non-stoich. c. 50.
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — —]#⁷ιος εἶ[πε]ν· [ἐπειδὴ Νικήρατο]ς Ἀλε- | |
[ξανδρεὺς εὔνους ἐστὶν τῶι δήμ]ωι τῶι Ἀθηναίων κ[αὶ ἰδίαι τοῖ]ς παραγι- | |
[νομένοις τῶ]ν πολιτῶ[ν εὔχρηστ]ο̣ν ἑαυτὸν παρασκευάζει, τυγχάνει δὲ | |
[καὶ] τιμώμενος ὑπὸ Πτολ̣[εμαίο]υ τοῦ ἐπὶ Κύπρου στρατηγοῦ, ἐπαγγέλλε- | |
5 | [τ]αι δὲ καὶ εἰς τὸ λοιπὸν τ̣ὴν αὐτὴν αἵρεσιν διαφυλάξειν καὶ πε- |
[ρ]ὶ τούτων ἀπομεμαρτυρήκασιν οἱ παραγεγονότες εἰς Κύπρον τῶν | |
πολιτῶν· v ὅπως ἂν [ο]ὖν εἰδῶσιν ἅπαντες, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχά- | |
ριστος ὢν διατελεῖ τοῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις, vvv ἀγαθεῖ | |
τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν̣ | |
10 | ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξ[υμ]- |
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ vv | |
ἐπαινέσαι Νικήρατον Νικηράτου Ἀλεξανδρέα καὶ στεφανῶσαι | |
αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τῆς v | |
εἰς τὸν [δ]ῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐ- | |
15 | εργέ[τ]ην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ εἰς τ̣ὸ λ̣οιπὸν δὲ τὴν αὐτὴν̣ |
αἵρεσιν διατηροῦντι πρὸς τὸν δῆμον καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι ὅ- | |
του ἂ̣ν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπόμνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς | |
τὸν δῆμον εὐνοίας, ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα τὸγ γραμματ̣[έα] | |
τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶι | |
20 | τ̣[εμ]ένει τοῦ Δήμου καὶ τῶν Χα[ρ]ί̣των· εἰς δὲ τὴν ἀναγραφὴν τῆς |
στ̣ήλ̣η̣ς καὶ τὴν ἀνάθεσιν μ[ερ]ίσαι τὸν ταμ[ί]αν τὸ γενόμενον ἀνά- | |
λ̣[ω]μα. vacat | |
vacat 0,125 | |
23 | ἡ βουλή, |
ὁ δῆμος | |
25 | Νικήρατον |
Νικηράτου | |
Ἀλεξανδρέ- | |
α. |