Proxeny decree for Nikeratos of Alexandreia. Stele of gray marble, broken at the top. Non-stoich. c. 50.
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — —]#⁷ιος εἶ[πε]ν· [ἐπειδὴ Νικήρατο]ς Ἀλε- | |
| [ξανδρεὺς εὔνους ἐστὶν τῶι δήμ]ωι τῶι Ἀθηναίων κ[αὶ ἰδίαι τοῖ]ς παραγι- | |
| [νομένοις τῶ]ν πολιτῶ[ν εὔχρηστ]ο̣ν ἑαυτὸν παρασκευάζει, τυγχάνει δὲ | |
| [καὶ] τιμώμενος ὑπὸ Πτολ̣[εμαίο]υ τοῦ ἐπὶ Κύπρου στρατηγοῦ, ἐπαγγέλλε- | |
| 5 | [τ]αι δὲ καὶ εἰς τὸ λοιπὸν τ̣ὴν αὐτὴν αἵρεσιν διαφυλάξειν καὶ πε- |
| [ρ]ὶ τούτων ἀπομεμαρτυρήκασιν οἱ παραγεγονότες εἰς Κύπρον τῶν | |
| πολιτῶν· v ὅπως ἂν [ο]ὖν εἰδῶσιν ἅπαντες, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχά- | |
| ριστος ὢν διατελεῖ τοῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις, vvv ἀγαθεῖ | |
| τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν̣ | |
| 10 | ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξ[υμ]- |
| βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ vv | |
| ἐπαινέσαι Νικήρατον Νικηράτου Ἀλεξανδρέα καὶ στεφανῶσαι | |
| αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τῆς v | |
| εἰς τὸν [δ]ῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐ- | |
| 15 | εργέ[τ]ην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ εἰς τ̣ὸ λ̣οιπὸν δὲ τὴν αὐτὴν̣ |
| αἵρεσιν διατηροῦντι πρὸς τὸν δῆμον καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι ὅ- | |
| του ἂ̣ν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπόμνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς | |
| τὸν δῆμον εὐνοίας, ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα τὸγ γραμματ̣[έα] | |
| τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶι | |
| 20 | τ̣[εμ]ένει τοῦ Δήμου καὶ τῶν Χα[ρ]ί̣των· εἰς δὲ τὴν ἀναγραφὴν τῆς |
| στ̣ήλ̣η̣ς καὶ τὴν ἀνάθεσιν μ[ερ]ίσαι τὸν ταμ[ί]αν τὸ γενόμενον ἀνά- | |
| λ̣[ω]μα. vacat | |
| vacat 0,125 | |
| 23 | ἡ βουλή, |
| ὁ δῆμος | |
| 25 | Νικήρατον |
| Νικηράτου | |
| Ἀλεξανδρέ- | |
| α. |